# Compendium Historiarum 1.583

Georgius Cedrenus, Compendium Historiarum, 1.583. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.583
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.583

δύναμιν κατὰ τοῦ Τριπολίτου ἀπέστειλεν, ὃς Ἄβυδον διελθὼν καὶ τὸ Αἰγαῖον πέλαγος Στροβήλῳ προσορμίζει, εἶτα καταίρει πρὸς Ἴμβρον. Σαμοθρᾴκην δὲ διαβὰς κατέλαβε τοὺς πολεμίους ναυλοχοῦντας ἐν Θάσῳ. Πλὴν πλήθει τε καὶ προθυμίᾳ ὑπερέχοντας αὐτοὺς ἰδὼν οὐδὲ πλησιάσαι τούτοις τετόλμηκεν. Ὁ δὲ Τριπολίτης ὀπισθόρμητος γεγονὼς καὶ κατὰ Θεσσαλονίκην γενόμενος ταύτην ἐπολιόρκησε, κατασχεθέντος καὶ Λέοντος τοῦ στρατηγοῦ ἐν αὐτῇ, ᾧ Χατζιλάκιος τὸ ἐπώνυμον. Ἐγένετο δὲ χύσις αἱμάτων πολλὴ καὶ αἰχμαλωσία. Ῥοδόφυλλος δέ τις κουβικουλάριος κατά τινα χρείαν ἐν Σικελίᾳ πεμφθεὶς μετὰ χρυσίου λιτρῶν ἑκατὸν, νόσῳ περιπεσὼν ἐν Θεσσαλονίκῃ εἰσῆλθεν ἐφ´ ᾧ ἐπιμελείας ἀξιωθῆναι. Ὅνπερ κατασχὼν ὁ Τριπολίτης καὶ πολλὰ βασανίσας διὰ τὸ χρυσίον ἀπέκτεινε μηδὲν ἔχειν ἰσχυριζόμενον· τοῦτο γὰρ ἔτυχε καταλιπὼν ἐν τῇ ὁδῷ, ὅπερ Συμεὼν ἀσηκρῆτις διερχόμενος ἀνείλετο. Καὶ τοῦ Τριπολίτου βουληθέντος καταστρέψαι τὴν πόλιν, ὁ Συμεὼν λαβεῖν αὐτὸν χρυσίον ἐμήνυσε καὶ τῆς καταστροφῆς ἀποσχέσθαι. [Ρ. ΟθΙ] Ὃ καὶ γέγονε, καὶ λαβὼν τὸ χρυσίον ὁ Τριπολίτης ὑπενόστησεν. Ἀποδεξάμενος δὲ τὸν Συμεὼν τοῦ ἔργου ὁ βασιλεὺς πατρίκιον καὶ πρωτοασηκρῆτιν τοῦτον τετίμηκε. Πυθόμενος δὲ τὴν τῶν Σαρακηνῶν ἀποστροφὴν ὁ ναύαρχος Ἱμέριος πρὸς τὴν κατ´ αὐτῶν διανίσταται δίωξιν. Οἱ δὲ τῇ Κρήτῃ προσίσχουσι, καὶ ἀπόμοιραν δόντες τοῖς Κρησὶ τῆς λείας ἀβλαβεῖς οἵκαδε ἀπενότησαν, ἄπρακτον ἐν Λήμνῳ καταλιπόντες τὸν Ἰμέριον. Ὁ δὲ βασιλεὺς πρὸς τὴν ἕω δύο γενναιοτάτω ἐκπέμπει στρατηγὼ, Εὐστάθιόν τε τοῦ γένους τῶν Ἀργυρῶν καταγόμενον καὶ Ἀνδρόνικον τὸν ἐκ τοῦ Δουκὸς, οἵτινες πολλὰ τρόπαια ἐστήσαντο κατὰ τῶν Ἀγαρηνῶν. Σαμωνᾶς δὲ ὁ τὴν ἐπιβουλὴν καταμηνύσας τῷ βασιλεῖ, διαφερόντως τιμώμενος τῷ βασιλεῖ, ἐξελθεῖν ἐν τῇ αὐτοῦ μονῇ προφασισάμενος φυγῇ ἐχρήσατο ἅμα χρήμασι καὶ ἐπποις, τοὺς ἐν ἑκάστῳ σταθμῷ δημοσίους ἵππους ἀγκυλοκοπῶν. Ἀποστέλλει οὐν, ὁ βασιλεὺς καταδιῶξαι αὐτὸν Βασίλειον ἑταιρειάρχην τὸν Καματηρὸν καὶ τὸν Κρινίτην Γεώργιον. Ἵδη δὲ τὸν Ἄλυν διαπερῶντα τὸν Σαμωνᾶν κατέλαβε Νικηοόρος δρουγγάριος ὁ Καμινᾶς, καὶ κατέσχεν ἱκετεύοντα πολλὰ καὶ ὑπισχνούμενον δώσειν. Ἐπεὶ δὲ οὐκ ἔπειθεν, εἰς τὸν ἐν τῷ Σιραχᾷ καταφεύγει σταυρὸν εὐχῆς χάριν ἐληλυθέναι προφασισάμενος. Ἐλθὼν οὕν Κωνσταντῖνος ὁ τοῦ Ἀνδρονίκου τοῦ Δουκὸς υἱὸς καὶ τοῦτον ἀναλαβὼν ἐν τῇ πόλει, ὑπέστρεψεν. Εἰσελθόντων δὲ ἐν τῇ Κωνσταντινουπόλει, τὸν μὲν ἐν τῇ τοῦ Καίσαρος τοῦ Βάρδα οἰκίᾳ φυλάττεσθαι προσέταξεν ὁ βασιλεὺς, Κωνσταντίνῳ δὲ τῷ Δουκὶ, ἐπείπερ ἐπληροφορήθη ὡς ταῖς ἀληθείαις προσφεύγων ἦν ἐν Μελιτηνῇ ὁ Σαμωνᾶς, παρήγγειλε μὴ τοῦτο ἐνώπιον τῆς συγκλήτου εἰπεῖν, ἀλλ´ ὅτι τῷ Σιραχᾷ χάριν εὐχῆς ἀπήει· ἐβούλετο γὰρ συγγνώμης τοῦτον τυχεῖν. Ἔωθεν δὲ προσκαλεσάμενος τὴν

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
