# Compendium Historiarum 1.60

Georgius Cedrenus, Compendium Historiarum, 1.60. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.60
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.60

μάζει. «Ἐκτοῦ ὕδατος γὰρ, φησὶ, αὐτὸν ἀνειλόμην.» Ὡραιότατον δὲ ὄντα υἱοποιήσατο. Τούτου τοῦ κάλλους καὶ Θαρβη μετὰ ταῦτα, ἡ θυγάτηρ βασιλέως Λίθιόπων, ἐπιθυμήσασα, τὴν Σαββὰ μητρόπολιν Αἰθιοπίας προὔδωκεν· ἡν χρόνοις ὕστερον Καμβύσης ἐλὼν ὁ Κύρου Μερόην εἰς ὄνομα τῆς ἀδελφῆς ἐκάλεσε. φασὶ δὲ ὅτι ποτὲ τοῦτον ἡ θετὴ μήτηρ Φαρία τῷ Φαραὼ προσαγαγοῦσα, ἐκεῖνος τὸν ἐπὶ τῆς κεφαλῆς στέφανον αὐτοῦ τὸν βασιλικὸν ἀφελών περιέθηκε τῷ Μωϋσῇ νηπιάζοντι· ὁ δὲ τοῦτον ῥίψας κατεπάτησεν. Ὃτι Μωϋσῆς ἐν τοῖς χρόνοις Ἰνάχου ἦν ἀκμάζων ποῦ κατὰ Πελοπόννησον. Ἐν ἄλλοις δὲ εὕρηται ὅτι κατὰ μὲν ναχον τὸν πρώτως βασιλεύσαντα Ἄργους Ἰσραήλ γενόμενος, ἐξ οὗ τὸ δωδεκάφυλόν τοῦ Ἰουδαίων ἔθνους τῆς τοῦ Ἰσραὴλ ἐπωνυμίας ἠξιώθη, κατὰ δὲ τὴν Σεμίραμιν τὸν Ἀβραάμ· Μωϋσέα δὲ τούτων μὲν νεώτερον, τῶν δὲ παρ´ Ἕλλησιν ἀρχαιολογουμένων ἁπάντων πρεσβύτατον, Ὁμήρου, λέγω, καὶ Ἡσιόδου καὶ αὐτῶν τῶν Τρωϊκῶν, καὶ ἔτι Διοσκούρων Ἀσκληπιοῦ, Διονύσου ἡρώων τε πάντων, Ἐρμοῦ τε καὶ Ἀπόλλωνος τῶν τε λοιπῶν παρὰ´ Ἕλλησι θεῶν μυστηρίων τε καὶ τελετῶν, Διός τε αὐτοῦ καὶ τῶν παρὰ´ Ἕλλησι [Ρ. ἄὅ] μνημονευομένων πράξεων. ούτων γὰρ ἀπάντων τὴν ἱστορίαν νεωτέραν καὶ τῆς Κέκροπος ἡλικίας Ἑλλήνων παῖδες παραδιδόασι, Μωϋσέα δὲ ἡ παροῦσα συνεξέτασις κατὰ Κέκροπα τὸν διφυῆ γενέσθαι δείκνυσιν, ὃς πρῶτος, ὥς φασι, τῆς Ἀττικῆς ἐβασίλευσε, πρὸ τὴν´ ἐτῶν τοῦ λίου. Ὅτι ἐκ τοῦ Ἀβραὰμ καὶ τῆς Χεττούρας γεννᾶται Ἰεξὰν, ἐκ τούτου Δαδὰμ, ἐκ τούτου Ῥαγουὴλ καὶ Ἰοθὸρ ὁ καὶ Ἰοβὰβ, ἐκ δὲ Ἰοθὸρ Σεπφόρα, ἣν ἔγημε Μωϋσῆς, καθὼς ἰστορεῖ Δημήτριος, ὡς φάσκει καὶ Εὐσέβιος ἐν τῷ Χρονικῷ. Καὶ Μωϋσῆς μὲν ἀπὸ Ἀβραὰμ ἕβδομος, ἡ δὲ Σεπφόρα ἕκτη. Ὡς δὲ λέγει ὁ Ἀφρικανὸς, ὅτι ἐκ τοῦ Ἡσαῦ ἄλλοι τε πολλοὶ καὶ Ῥαγουὴλ γεννᾶται, ἀφ´ οὐ Ζαρὲθ, ἐξ οὖ Ἰὼβ, ὃς κατὰ συγχώρησιν Θεοῦ ὑπὸ διαβόλου ἐπειράσθη καὶ ἐνίκησε τὸν πειράζοντα. Ὁ δέ γε θεῖος Ἀβραὰμ ἐγέννησε πάλιν υἱοὺς ἐκ τῆς ἐσχάτης αὑτοῦ γυναικὸς Χεττούρας πέντε, ἀφ´ ὡν ἐστι Μαδιὰμ, ἐξ οὗ Μαδιανῖται, καὶ Ἄφαρ, ἐξ οὖ Ἀφρικὴ, ἐν ᾗ παρφκησεν, ἡ χώρα προσηγορεύθη παρωνύμως, ὥσπερ Αὐσῖτις ἡ χώρα ἐκ τοῦ Ἡσαῦ, ἐν ᾖ ἀνεβλάστησεν ὁ μακάριος καὶ πολύτλας καὶ διαβόητος Ἰώβ· ὃν ἐγκωμιάζων ὁ θεῖος Χρυσόστομος λέγει· «Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι·» κηρύττων αὐτὸν καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τῆς χώρας, ἵν´ ὥσπερ ἀκούσας αὐτὸν ἄνθρωπον θαυμάζεις ὅτι ὑπὲο ἄνθρωπον ἐπολιτεύσατο· οὕτω μαθὼν καὶ τὴν χώραν ἐξ ἦς ὁ τοιοῦτος καρπὸς ἤνθησεν, ἐκπλαγῆς ὁποῖον ῥόδον ἐν μέσῳ τῶν ἀκανθῶν ἐβλάστησεν. Ἐπίγονος γάρ ἐστι τοῦ διαβαλλομένου

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
