# Compendium Historiarum 1.62

Georgius Cedrenus, Compendium Historiarum, 1.62. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.62
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.62

παιδευθῶσι μὴ βλασφημεῖν.» Ἰνα γὰρ μὴ νομισθῶ. σιν οἱ δαίμονες ὅτι πάντα κατ´ αὐθεντίαν πράττουσι, κελεύονται καὶ ἄκοντες ποιεῖν τὰ προσταττόμενα Καὶ τοῖς μὲν ἁγίοις ἀποστέλλει ὁ Θεὸς διακόνους ἁγίους ἀγγέλους εἰς σωτηρίαν, τοῖς δὲ ἁμαρτωλοῖς ἐπιτοέπει δαίμονας εἰς τιμωρίαν. Καὶ γὰρ ὅτε κατὰ τοῦ Ἀχαὰβ ὁ Θεὸς ἀπεφήνατο λέγων· «Τίς πορεύσεται καὶ ἀπατήσει τὸν Ἀχαὰβ, καὶ πεσεῖται;» ἀπεκρίθη πνεῦμα πονηρὸν, «Ἰδοὺ ἐγὼ,» πάντως γινῶσκον ὡς εἰς τοῦτο τέτακται. Καὶ ἀποστέλλονται μὲν εἰδικῶς εἰσπράξασθαι τιμωρίαν παρὰ τῶν πα νηρῶν, ἀποστέλλονται δὲ καὶ πρὸς δικαίους, οὐχ ἵνα τιμωρήσωνται, ἀλλ´ ἵνα πειράσωσιν· ἐπειδὴ γὰρ ἄγγελος ἅγιος ὑπουργῆσαι τῇ πείρᾳ οὐ κελεύεται οὐδὲ γὰρ ὁ Θεὸς κελεύει τὸ ἀπρεπὲς ἀγγέλῳ θείῳ, διὰ τοῦτο δαίμονες ταύτην ἐπιτρέπονται τὴν πεῖραν, Καὶ μὴ θαυμάσης εἰ πρὸς δικαίους δαίμονες ἀποστέλλονται· ἀνήχθη γὰρ ὁ πάντων Δεσπότης ἀπὸ τοῦ Ἰορδάνου εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Εἰ τοίνυν τὸν τοῦ παντὸς Κύριον ὁ διάβολος[...] ἐπείρασε, τί θαυμάζεις εἰ καὶ τοῖς δικαίοις εἰς γυμνάσιον ὑπομονῆς δαίμων ἀποστέλλεται; ἀποστέλλεται δὲ οὐ Θεοῦ κελεύοντος αὐτῷ, ἀλλὰ παραχωροῦντος· σχηματίζει γὰρ τὸν λόγον ἡ Γραφὴ ὡς ἐν προσωποποιῖᾳ, ὡς ὅταν λέγει· «Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός.» Καὶ ὁ μέγας δὲ Κύριλλος ἔφη· «Μετροῦνται δὲ τῶν ἀνὰ πᾶσαν τὴν γην ἀνθρώπων τὰ κατὰ καιροὺς πλημμελήματα, ἃ καὶ μέχρι ποσότητός τινος ἐκδήλου τῆς ἁμαρτίας ἡμῶν ἡκούσης, ἐπάγει δὴ τηνικαῦτα λοιπὸν τὰς δίκας λελυπημένος ὁ νομοθέτης καὶ Κύριος, διακαρτερεῖ δὲ ἐξ ἐμφύτου φιλανθρωπίας ἔσθ´ ὅτε, καὶ πλημμελούντων ἀνέχεται, οὐκ εἰσάπαν ἀγανακτῶν· καὶ γὰρ ἔφη πρὸς τὸν Ἀβραάμ· Οὔπω ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοραίων ἕως τοῦ νῦν, πρὸς δέ γε τοὺς Φαρισαίους ἀκαθέκτως λελυπηκότας φησί· Καὶ ὑμεῖς ἀνεπληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.» Οὐκοῦν εἰ βούλοιτό τις διαβιῶναι μὲν ὁρθῶς, εὐβουλοτάτας δὲ καὶ ἐπιεικεστάτας ἐν τῷδε τῷ βίῳ ποιεῖσθαι τὰς διατριβὰς, ὀρθοποδίσαι τε καὶ διανήξασθαι τὰ δεινὰ γνώμης ἐχόμενος ὀρθῆς καὶ ἀδιαστρόφου, καρποῦται τὸ μὴ ἐνασλῶναι κακοῖς. Καὶ ἀτρεκής ὁ λόγος. Ἐφ´ ἡμῖν γάρ ἐστι τὸ ἐπ´ ἄμφω βλέπειν, πρός τε τάγαθὸν, φημὶ, καὶ τοὐναντίον. Καὶ οἱ μὲν ἐν λόγῳ πεποιημένοι τὸ θαυμάζεσθαι πεφυκὸς ἐν καλῷ γενήσονται τῆς ἀρετῆς· οἱ δ´ ἀποκλίναντες εἰς τοὐναντίον καὶ τῶν ἀμεινόνων προθέντες τὸ ἀδικοῦν τὴν οἰκείαν καταοθείραντες ζωὴν ἀλοῖεν ἂν, αὐθένται καὶ ὀλετῆρες δεινοὶ κατὰ τῆς σφῶν αὐτῶν κεφαλῆς ἐξεληλεγμένοι. Ταύτῃ τοι καὶ ὁ ἱερὸς Ἰσίδωρός φησιν· Ἡ τῶν ἁμαρτημάτων ἐπίτασις ἀναγκάζει ὥσπερ τὴν θείαν καὶ ἀπαθῆ φύσιν ἐκ τῆς κατὰ φύσιν ἀγαθότητος εἰς τὴν παρὰ φύσιν ὁργὴν χωρεῖν, Ὅθεν καὶ Ἰουδαίοις ἔφη Χριστός· «Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν ὑμᾶς, καὶ οὐκ ἠθελήσατε;» Ἐπειδὴ γὰρ, φησὶν, οὐ δέχεσθε τὴν φιλανθρωπίαν, ἐπιγνώσεσθε τὴν ἐξουσίαν τῆς τιμωρίας. Ὅταν γὰρ ἴδῃ ὁ Θεὸς

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
