# Compendium Historiarum 1.68

Georgius Cedrenus, Compendium Historiarum, 1.68. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.68
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.68

ἀχάριστοι ὄντες μᾶλλον κατεξανίσταντο τοῦ προφήτου. Ὅσοι δὲ κατεξανέστησαν αὐτοῦ, οἱ μὲν κατεπτώθησαν εἰς γῆν ζῶντες, οἱ δὲ θείου πυρὸς γεγόνασι παρανάλωμα. Φησὶ γάρ· «Καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει χιλιάδες δεκατέσσαρες καὶ ἑπτακόσιοι, χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορέ.» Καὶ μετὰ ταῦτα οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἐλοιδόρει ὁ λαὸς τῷ Μωϋσῇ καὶ Ἀαρών. Καὶ καταβοήσαντες, εἶπε Κύριος πρὸς Μωϋσῆν· «Λάβε τὴν ῥάβδον ταύτην, καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ἀαρών ὁ ἀδελφός σου, καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς.» Καὶ ἔλαβε Μωϋσῆς τὴν ἀπέναντι Κυρίου ῥάβδον, καὶ ἐξεκλησίασε τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας. Καὶ εἶπε Κύριος πρὸς αὐτούς· Ἀκούσατέ μου οἱ ἀπειθεῖς· μὴ ἑκ τῆς πέτρας ταύτης ἐξάξομαι ὑμῖν ὕδωρ; Καὶ ἐπάρας Μωϋσῆς τὴν χεῖρα αὐτοῦ καὶ πατάξκς τὴν πέτραν δις τῇ ῥάβδῳ, ἐξῆλθεν ὕδωρ πολὺ, καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν. Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρών· Ἀνθ´ ν οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον τοῦ λαοῦ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς. Αιὸ προστεθήτω Ἀαρὼν πρὸς τὸν λαὸν αὐτοῦ, καὶ ἀποθανέτω, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας.» Καὶ ἀνεβίβασε Μωϋσῆς τὸν Ἀαρὼν εἰς τὸ ὄρος, καὶ ἐξέδυσεν αὐτὸν τὰ ἱερατικὰ ἱμάτια, καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ. Καὶ ἀπέθανεν Ἀαρὼν ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραήλ, ζήσας ἔτη ρκγʹ. Καὶ ἔκλαυσεν αὐτὸν ὁ λαὸς [. ὅἂ] ἡμέρας τριάκοντα. Καὶ μετὰ ταῦτα εἶπε Κύριος πρὸς Μωϋσῆν· «Ἀνάβηθι εἰς τὸ ὄρος Ναβᾶν, καὶ ἴδε τὴν γῆν ἡν δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ τελεύτα ἐκεῖ ὃν τρότον ἀπέθανεν Ἀαρὼν ὁ ἀδελφός σου, διότι ἠπειθήσατε τῷ ῥήματί μου ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας Κάδδης.» Τοῦ δὲ Μωϋσέως πολλὰ καὶ πολλάκις δεηθέντος τοῦ Θεοῦ περὶ τούτου, καὶ λέγοντος· «Διαβὰς οὖν, ὦ Κύριε, τὸν Ἰορδάνην ὄψομαι, τὴν ἀγαθὴν γῆν ἐκείνην;» εἶπε Κύριος πρὸς αὐτόν· «Ἱκανούσθω σοι. Ὃραμὴ προσέλθῃς μοι ἔτι περὶ τούτου λαλῆσαι, ἀλλ´ ἐδὼν τὴν ἀγαθὴν γῆν τοῖς ὀφθαλμοῖς σου τελεύτα., Καὶ γράψας ἐκ προστάγματος Κυρίου τὴν μεγάλην ψδὴν, καὶ ἐπιθεὶς τὰς χεῖρας ἐπὶ Ἰησοῦν τοῦ Ναυῆ εἰς τὸ διαδέξασθαι αὐτὸν, ἐτελεύτησεν ἐκεῖ διὰ ὀήματος Κυρίου, ζήσας ἔτη ρκʹ. Καὶ θάψας αὐτὸν ὁ λαὸς καὶ κλαύσας ἡμέρας μʹ, οὐδεὶς εἶδε τὴν ταφὴν αὐτοῦ. Καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωϋσῆς. Ἔκτοτε οὖν καὶ μέχρι τοῦ νῦν φωτοεικαὶ ἀποτειχίζουσα τὰς ὄψεις τῶν ὁρώντων, ἵνα μὴ γινώσκοιεν αὐτοῦ τὸν τάφον εἰς τὸν αἰῶνα. Μετὰ δὲ Μωϋσέα διεδέξατο τὴν ἀρχὴν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ περάσας τὸν Ἰορδάνην, καὶ ποιήσας ἐν τῇ γῇ τῆς ἐπαγγελίας ἔτη λθʹ πολεμῶν καὶ κατακληροδοτῶν αὐτὴν τοῖς υἱοῖς Ἰσραήλ, ἀπέθανε ζήσας

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
