# Compendium Historiarum 1.70

Georgius Cedrenus, Compendium Historiarum, 1.70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.70
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.70

δέ γε Ἰησοῦν διὰ τῶν κριτῶν ὁ Θεὸς ἔσωζε τὸν λαὸν, θλιβόμενον ὑπὸ τῶν περιλειφθέντων ἀλλοφύλων. Ἐν οἷς ὑπῆρξε πρώτιστος Ἰούδας καλούμενος, καὶ ἔκρινε τὸν λαὸν ἔτη ζʹ, χειρωσάμενος καὶ τὸν Ἀδωνιζεβὲκ βασιλέα τῶν ἀλλοφύλων, καὶ ἀκρωτηριάσας αὐτοῦ χεῖρας καὶ πόδας. Εἶπε δὲ ἈδωνιΚζεβέκι «Ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν, συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου. Καθὼς οὖν ἐποίησα, οὔτω καὶ ἀνταπέδωκέ μοι ὁ Κύριος.» Μετὰ δὲ Ἰούδαν γέγονε κριτὴς Γοθονιὴλ καὶ μετὰ τοῦτον Ἀώδ. Μετὰ δέ γε Ἀὼδ γέγονε κριτὴς Σαμέγαρ ἔτη ἑπτὰ, πατάξας καὶ ἐκ τῶν ἀλλοφύλων ἐν ἡμέρᾳ μιᾷ ἐν τῷ τοῦ ἀρότρου ποδὶ τῶν βοῶν ἄνδρας εξακοσίους. Μετὰ Σαμέγαρ γέγονε κριτὴς Βαρὰκ, μεθ´ οὗ καὶ Δεβόῤῥα ἡ προφῆτις. Ἐφ´ ὡν Προμηθεὺς καὶ Ὁρφεὺς ὁ Θρᾷξ οἱ σοφώτατοι παρ´ Ἕλλησι, καὶ Ἀσκληπιὸς ὁ ἰατρὸς, καὶ. βά] Λυκοῦργος ὰ Σπαοτιάτης καὶ νομοθέτης τῶν Ἐλλήνων ἐγνωρίζοντο. Μετὰ δὲ Βαράκ γέγονε κριτὴς Γεδεὼν, ὁ καὶ Ἱεροβάαλ, ἔτη μʹ. Πατάξας τὸν Μαδιὰμ μετὰ τῶν λαψάντων τριακοσίων, ὡς λελέξεται, καὶ τοὺς ἄρχοντας αὐτῶν ἠλόησεν ἐν ταῖς ἀκάνθαις. Μετὰ Γεδεὼν γέγονε κριτὴς Ἀβιμέλεχ υἱὸς αὐτοῦ ἔτη τρία, πατάΕας δὲ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐκ τῶν ἐλευθέρων ἄνδρας σʹ ἐπὶ λίθον ἕνα, ἐξ ὧν οὐκ ἀπελείφθη πλὴν Ἰωάθαν τοῦ νεωτέρου. Ὃς καὶ ἀνελθὼν ἐν τῷ ὄρει εῖπε τοῖς Σικιμίταις τὴν παραβολὴν τῶν δένδρων, τῆς τε ἐλαίας καὶ τῆς συκῆς καὶ τῆς ἀμπέλου καὶ τῆς ῥάμνου, καθ´ ἣν καὶ συνέβη αὐτοῖς. Καὶ τὰ λοιπὰ τῶν κριτῶν εὑρήσεις ἔμπροσθεν, Ἰστέον οὖν, φησὶν ὁάοίδιμος Χρυσόστομος, ὡς πολυσήμαντόν ἐστι τὸ ὄνομα τῆς παραβολῆς. Ἔστι γὰρ παραβολὴ λάλημακαὶ ὑπόδειγμα καὶ ὀνειδισμὸς, ὡς Ἐταν λέγει Δαυῖδ· «Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἴθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς.» Ἔστι δὲ παραβολὴ αἰνιγματώδης λόγος, ὃ πολλοὶ λέγουσι ζήτημα, κκωαῖνον μέντοι, οὐκ αὐτόθεν δὲ πάντως δῆλον ὃν πὸ τῶν ῥημάτων, ἀλλ´ ἔχον ἐντὸς κεκρυμμένην διάνοιαν, ὡς ὅταν ὁ Σαμψών ἔλεγεν· «Ἐξῆλθεν ἀπὸ στάματος ἔσθοντος βρῶσις καὶ ἀπὸ ἰσχυροῦ γλυκύ.» Καὶ Σολομών ἔφη· «Τότενοήσεις παραβολὴν καὶ σκοτεινὸν λόγον.» Λέγεται δὲ παραβολὴ καὶ ὁμοίωσις. «Ἄλλην γὰρ, φησί, παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ.» Καὶ παραβολὴλέγεται ἡ τροπολογία, οἷόν ἐστι τὸ, «Υἱὲ ἀνθρώπου. εἶπον αὐτοῖς τὴν παραβολὴν ταύτην, Ὁ ἀετὸς ὁ μεγαλοπτέρυγος·» ἀετὸν λέγων τὸν βασιλέα. Παραβολὴ λέγεται καὶ ὁ τύπος καὶ ἡ εἰκὼν, ὡς καὶ ὁ μέγας Παῦλος ἔφη· «Πίστει προσενήνοχεν ὁ Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας δεξάμενος. Ὅθεν καὶ ἐν παραβολῇ τοῦτον ἐκομίσατο,» τουτέστιν ἐν τύπῳ καὶ εἰκόνι. Καὶ παραβολή ἐστι λόγος παραβάλλων τὰ νοητὰ τοῖς αἰσθητοῖς, καὶ παριστῶν ἐκ τῶν ἐγκοσμίων καὶ ὁρατῶν τὰ ὑπερκόσμια καὶ ἀόρατα.

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
