# Compendium Historiarum 1.72

Georgius Cedrenus, Compendium Historiarum, 1.72. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.72
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.72

ἐπὶ Θαβὼρ, καὶ δίδωσιν αύτῷ δήλους, ὅτι Αὕτη ἡμέρα ἐν ᾖ σώσει Κύριος τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ. Κατεδίωξε δὲ Βαρὰκ τὸν Σισάῤῥα, καὶ συνέτριψε τὰ ἅρματα αὐτοῦ. Κατέβη δὲ Σισάῤῥα ἐκ τοῦ ἅρματος αὐτοῦ, καὶ ἔφυγε μόνος, [Ρ. ΘΟ] ἕως εἶδεν αὐτὸν Ἰαὴλ γυνὴ ἀστεία, καὶ προσεκαλέσατο αὐτὸν λέγουσα· «Ἔκκλινον, κύριε, πρός με, μὴ φοβοῦ ν ἐαὶ εἰσῆλθεν πρὸς αὐτὴν, καὶ ἐπότισεν αυτὸν γάλα διὰ τὸ δίψος, καὶ κοιμίσασα πασσάλῳ ἀπέκτεινεν αὐτόν. Καὶ ἡσύχασεν ἡ γῆ ἐπὶ Βαρὰκ ἔτη μʹ. Αὖθις δὲ Ἰσραήλ ἐπέθετο τοῖς εἰδώλοις, καὶ γεγόνασιν ἐν χειρὶ Μαδιὰμ ἔτη ζʹ. Τότε ὥφθη ἄγγελος Κυρίου τῷ Γεδεὼν, λέγων· «Ἐν τῇ χειρί σου Κύριος παραδίδωσι τὴν Μαδιάμ.» ᾜτησε δὲ Γεδεὼν γενέσθαι θυσίαν τῷ Κυρίῳ, καὶ ἥψατο ὁ ἄγγελος τῷ ἄκρῳ τῆς ῥάβδου αὐτοῦ τῆς θυσίας, καὶ ἐξῆλθε πῦρ καὶ κατέκαυσεν αὐτήν. Καὶ ἀπῆλθεν ἀπ´ αὐτοῦ ὁ ἄγγελος. Τότε ἔγνω Γεδεὼν ὅτι ἄγγελος συνελάλει, καὶ ἐφοβήθη. Εἶτα αἰτεῖ τὴν δισσήν αἴτησιν περὶ τοῦ πόκου, καὶ τυγχάνει τῆς αἰτήσεως. Εἰτα καταστρέφει τὸν βωμὸν ἐν ᾧ ἐθεράπευεν ὁ πατήρ αὐτοῦ τὸν Βαὰλ, καὶ ποιεῖ ἐκεῖ θυσιαστήριον, καὶ θύει τῷ Θεῷ δάμαλιν. Εἶτα προκαλεῖται τὸν λαὸν καὶ ἀποστρέφει τοὺς δεδιότας, εἴκοσι καὶ δύο χιλιάδας. Εἶτα παραλαμβάνει τὰς ἀπολειφθείσας δέκα χιλιάδας, καὶ προστάξει Θεοῦ κάτεισιν ἐν τῷ ποταμῷ, καὶ τοὺς λάψαν. τας τῇ γλώσσῃ τριακοσίους κατέχει, ἀποπέμπει δὲ τοὺς λοιπούς. Ὡς δὲ ἐναγώνιος ἐγένετο τῆ βραχύτητι τῶν συμμάχων, ἐπιτρέπεται παρὰ Θεοῦ τῇ νυκτὶ ἐκείνῃ κατελθεῖν ἐν τῆ παρεμβολῇ Μαδιὰμ μόνος μετὰ παιδαρίου. Κατελθὼν δὲ ἤκουσεν ἐν τῇ παρεμβολῇ λεγόντων μαγίδα κριθίνην ἐν ὕπνῳ τεθεᾶσθαι τὸν λέχοντα ἐν τῇ παρεμβολῇ Μαδιὰμ, ἤτις ἀνακυλιομένη ἐν παντὶ τῷ λαῷ ἔφθασεν ἕως τῆς σκηνῆς τοῦ βασιλέως, καὶ ἐπάταξεν ἡ μαγὶς τὴν σκηνὴν, καὶ ἔπεσε. Καὶ εἰπον οἱ ἀκούοντες· «Οὐκ Κστι τοῦτο, ἀλλ´ ἢ ἡ ῥομφαία τοῦ Γεδεών· παραδώσει γὰρ ὁ Κύριος τὴν παρεμβολὴν ταύτη ἐν χειρὶ αὐτοῦ.» Καὶ ἤκουσε Γεδεὼν καὶ ἐνίσχυσε. Καὶ ἀνῆλθεν ἐν τῇ ἐκείνῃ νυκτὶ πρὸς τὴν παρεμβολὴν, καὶ ἐνίσχυσε τοὺς τριακοσίους ἄνδρας τοὺς μετ´ αὐτοῦ, δέδωκε δὲ αὐτοῖς ἀμφορεῖς καὶ λαμπάδας καὶ σάλπιγγας. Καὶ κατελθὼν πεποίηκεν ὡς γέγραπται. Ἠν δὲ Μαδιὰμ μυριάδες τριακόσιαι δώδεκα, ὡσεὶ ἀκρὶς ἐν πεδίῳ κεχυμένη, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ λαοῦ αὐτῶν ἢ τῶν καμήλων αὐτῶν. Καὶ ἐπεὶ ἐξέστησεν αὐτοὺς ὁ Θεὸς, κατεδίωξε Γεδεὼν ὀπίσω αὐτῶν. Γνόντες δὲ οἱ ἐπίλοιποι προκατέλαβον τὰς διαβάσεις

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
