# Compendium Historiarum 1.76

Georgius Cedrenus, Compendium Historiarum, 1.76. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.76
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.76

ἀνήνεγκεν [Ρ. θΟ] ἐπὶ τῶν ὤμων ἐν τῷ ὄρει. Ὡσαύτως δὲ καὶ τὰ περὶ τὴν Δαλιδάν. Κρίνει δὲ τὸν λαὸν ἕτη εἴκοσι. Καὶ μετὰ τὸ ξυρηθῆναι ὑπὸ τῶν ἀλλοφύλων καὶ ἐκτυφλωθῆναι, ἀναφυεισῶν αὖθις τῶν τριχῶν αὐτοῦ, κατέσεισε τὴν τῶν ἀλλοφύλων πόλιν, καταστρέψας αὐτὴν, ἐν ᾖ καὶ αὐτὸς συναπέθανε, τότε φονεύσας πλείους ἀλλοφύλους ἢ ἔτι ζῶν. Καὶ μετὰ τοῦτον Μιχὰ ὁ ἐκ τῆς φυλῆς Ἐφραὶμ τοὺς ρλ´ ἀργυρίου σταθμοὺς δέδωκε τῇ μητρὶ αὐτοῦ. Ἠ δὲ ἡγίασεν τὸ ἀργύριον τῷ Κυρίῳ, καὶ ἐποίησε γλυπτὸν καὶ χωνευτὸν, καὶ ἐτέθη ἐν τῷ οἴκῳ Μιχὰ, καὶ ὁ οἶκος Μιχὰ ὡς οἶκος Θεοῦ. Ἐποίησε δὲ καὶ Ἐφοὺδ καὶ Σεραφὶμ, καὶ προσεκαλέσατο Λευΐτην εἰς ἱερέα, καὶ ἦν πράττων ἐπ´ ὀνόματι τοῦ Θεοῦ κατὰ τὸ πρόσταγμα αὐτοῦ· οὐ γὰρ ἡν τότε βασιλεὺς ἐν Ἰσραὴλ, ἀλλ´ καστος τὸ ἀρεστὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει. Ἔστι δὲ τὸ Ἐφοὺδ καὶ τὸ Σεραφὶμ ἔνδυμα καὶ μορφώματα. Λέγει δὲ πεποιῆσθαι ὑπὸ τοῦ Μιχὰ ἐπωμίδα καὶ πρόσωπον, ἔνδυμα ἱερατικὸν καὶ εἴδωλα. Κατὰ τοῦτον τὸν καιρὸν συνέβη τὰ περὶ τὸν Λευῒ καὶ τὴν παλλακὴν αὐτοῦ, καὶ ὡς ἐξετρίβη ἡ φυλὴ Βενιαμίν. Μετὰ δὲ Σαμψὼν ἡγήσατο τοῦ λαοῦ Σαμανῆ ἔτος ν. Ἐν τούτοις τοῖς χρόνοις τῆς ἱεραρχίας εἰρήνην ἔσχεν ὁ λαὸς πρὸς τοὺς ἀλλοφύλους ἔτη λʹ. Καὶ μετὰ τοῦτο ἦρξε τοῦ λαοῦ Ἡλεὶ ὁ ἱερεὺς ἔτη κʹ, Λιμοῦ δὲ γενομένου πολλοὶ τῶν Ἑβραίων μετανάσται γεγόνασι· μεθ´ ὧν καὶ Ἐλιμέλεχ ἐκ τῆς φυλῆς Ἰούδα καὶ Νοεμὶν ἡ γυνὴ αὐτοῦ καὶ οἱ δύο υἱοὶ αὐτῶν. Καὶ κατῆλθον εἰς τὰς πόλεις Μωὰβ, καὶ ἔλαβον τοῖς υἱοῖς αὐτῶν γυναῖκας Μωαβίτιδας ἀλλοφύλους. Ἐτελεύτησε δὲ ἐκεῖ Ἐλιμέλεχ καὶ οἱ δύο υἱοὶ αὐτοῦ, καὶ κατελείφθη Νοεμὶν σὺν ταῖς νύμφαις αὐτῆς. Ἡνίκα δὲ ἐξῆρε Κύριος τὸν λιμὸν ἐξ Ἰσραὴλ, ἀνῆλθε Νοεμίν πρὸς τὴν φυλὴν αὐτῆς, οὐ κατέλιπε δὲ αὐτὴν Ῥοὺθ ἡ νύμφη αὐτῆς· καὶ συνεργίᾳ Θεοῦ καὶ παραινέσει Νοεμὶν συνάπτεται Ῥοὺθ τῷ Βοδζ ὡς ἀγχιστεύοντι τῷ Ἐλιμέλεχ. Ἐξ ἧς ἔσχεν υἱὸν τὸν Ὠβὴδ, οὗ υἱὸς Ἰεσσαὶ ὁ πατὴρ Δαυῖδ. Κατάγεται δὲ Βοὸζ ἐξ Ἰούδα καὶ Θάμαρ τῆς ἀλλοφύλου, ἐξ ὧν Φαρὲς καὶ καθεξῆς, ὡς ἡ γενεαλογία φέρει. Ὅτι ἐν τῷ ἔτει Σαμψών ἕβδομος ἀρχιερεὺς κατέστη ὁ Ἡλεὶ, ὅς καὶ ἔκρινε τὸν Ἰσραήλ πεντήκοντα ἐτῶν γενόμενος ἕτερα ἔτη μʹ. Τν δὲ τῷ τετάρτῳ ἔτει τῆς ἱερατείας Ηλεὶ ἐγεννήθη ὁ προφήτης Σαμουὴλ, καὶ τῷ ὀγδόῳ ἔτει ἐδόθη ἐν τῷ ναῷ, καὶ τῷ λη´ ἔνει ἤρξατο κρίνειν τὸν Ἰσραήλ, καὶ τῷ οʹ ἐτελεύτησεν, ἱερατεύσας λε´ ἔτη. Καὶ ταῦτα μὲν ἀπὸ τῆς τῶν Κριτῶν βίβλου, ὡς ἐν παρόδῳ κατ´ ἐπιτομὴν [ θι] ἐσημειωσάμεθα. Ἔδοξε δέ μο. καὶ τὰς ἀναγκαιοτέρας ὑποθέσεις τῶν

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
