# Compendium Historiarum 1.79

Georgius Cedrenus, Compendium Historiarum, 1.79. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.79
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.79

δὲ ἰερεὺς ἐκεῖ Ἀχίας Λευΐτης, αἴρων ἐφοὺδ, καὶ εἶπεν αὐτῷ Σαοὺλ ἐπερωτῆσαι ἐν Κυρίῳ. Ὡς δὲ ἔτι καὶ μᾶλλον συνεκόπτετο ἡ παρεμβολὴ τῶν ἀλλοφύλων ὑφ´ ἑαυτῶνπανέστησαν γὰρ οἱ ἐπίμικτοι καὶ δοῦλοι οἱ μετὰ τῶν ἀλλοφύλων καθ´ ἑαυτῶν, καὶ ἐπάτασσον αὐτοὺς ῥομφαίαις [, εἶπε Σαοὺλ τῷ Ἀχίᾳ συστεῖλαι τὰς χεῖρας, καὶ ἐπέθετο αὐτὸς, τοῖς ἀλλοφύλοις σὺν τοῖς ἑξακοσίοις. Ἐξῆλθον δὲ καὶ οἱ ἐν τοῖς σπηλαίοις καὶ ταῖς ὀπαῖς κρυπτόμενοι τῶν Ἔβραίων, καὶ γεγόνασι μετὰ Σαοὺλ ὡσεὶ χιλιάδεσδέκα. Τότε ἠγνόησεν ἄγνοιαν Σαοὺλ, καὶ ἠράσατο μὴ ἀπογεύσασθαι βρώσεως τὸν λαὸν ἕως συντελέσει τοὺς ἐχθροὺς αὐτοῦ. Πᾶσα δὲ ἡ γῆ ἠρίστα. Εἰτα συμβαίνει τὰ περὶ Ἰωνάθαν ἐν τῇ ἐν ἀγνοίᾳ βρώσει τοῦ μέλιτος. Ἐξαιρεῖται δὲ αὐτὸν ὁ λαὸς τοῦ θανάτου. Καὶ Σαοὺλ κατεπολέμησε πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτοῦ, ἰσχύων κατ´ αὐτῶν. Πάλιν δὲ ἀνέρχεται πρὸς αὐτὸν Σαμουήλ ὁ προφήτης, καὶ λέγει αὐτῷ τὴν ἀπώλειαν Ἀμαλὴκ, καὶ δίδωσιν αὐτῷ ἐντολὴν, ἣν ἔλαβεν ἐκ Θεοῦ, τοῦ μὴ περιποιήσασθαι ἐξ αὐτου ἀπὸ ἀνθρώπου ἕως κτήνους, ἀπὸ νηπίου καὶ θηλάζοντος ἕως πρεσβύτου, ἀλλὰ καὶ αὐτὸ ὅλον τὸ θῆλω γένος ὀλέσαι καὶ πάντα τὰ κτήνη αὐτῶν, καὶ πᾶσαν τὴν ἀποσκευήν αὐτῶν διαφθεῖραι, ὅτι κακὰ ἐνεδείξαντο τοῖς υἱοῖς Ἰσραὴλ ἐν τῇ ἐξ Αἰγύπτου ἐπανόδῳ. Σαοὺλ δὲ τῆς μὲν νίκης ἐπιτυχών καὶ ἐκτρίψας τὸν Ἀμαλήκ περιεποιήσατο Ἄγαγ τὸν βασιλέα αὐτῶν ὁ δὲ λαὸς διήρπασε ποίμνια καὶ βουκόλια καὶ ἀποσκευὴν ἱκανήν. Καὶ ἰδοὺ παραγίνεται Σαμουὴλ ἐν Γαλγάλοις, καὶ λέγει πρὸς Σαοὺλ ἂ εἶπεν αὐτῷ ὁ Θεὸς, τήν τε τῆς βασιλείας ἔκπτωσιν καὶ τὴν διαίρεσιν τοῦ λαοῦ, ὃς διέῤῥηξε τὸ πτερύγιον τῆς διπλᾶδο- αὐτοῦ. Παραβιάζεται δὲ Σαοὺλ τὸν Σαμουὴλ ὑποστρέψαι μετ´ αὐτοῦ, καὶ χερσὶν ἰδίαις ὁπροφήτης ἀποσφάζει Ἄγαγ τὸν βασιλέα Ἀμαλήκ. Διὰ ταύτην τὴν παρακοὴν Σαοὺλ εἶπεν ὁ Θεὸς πρὸς Σαμουήλ· «Μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα, διότι ἀπέστη ἀπὸ ὄπισθέν μου καὶ οὐκ ἐφύλαξε τὰ ῥήματά μου.» Πολλὰ δὲ κατωνείδισε τὸν Σαοὺλ Σαμουὴλ ἐπὶ τῇ παρακοῇ ταύτη. Ὁ δὲ τὴν αἰτίαν ἐπὶ τὸν λαὸν καὶ[Ρ. ὕά] τοῦ θῦσαι τὰ θρέμματα τῷ Θεῷ ἐπήνεγκε. Καὶ εἶπε Σαμουὴλ πρὸς Σαούλ· «Εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίαι ὡς τὸ ἀκοῦσαι φωνῆς Κυρίου; Ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴ, καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριῶν. Ὅτι ἁμαρτία οἰώνισμά ἐστι, ὀδύνην καὶ πόνον θεραφὶμ ἐπάγουσιν. Ὅτι ἐξουθένωσας τὸ ῥῆμα Κυρίου, καὶ ἐξουθενώσει σε Κύριος, μὴ εἶναι βασιλέα ἐπὶ Ἰσραήλ.» Καὶ ἀπέστη ἀπ´ αὐτοῦ Σαμουὴλ, καὶ εἶδεν αὐτὸν οὐκέτι. Γνώμῃ δὲ Θεοῦ κατακολουθήσας Σαμουὴλ ἄπεισιν εἰς Ἐηθλεὲμ, κεὶ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
