# Compendium Historiarum 1.84

Georgius Cedrenus, Compendium Historiarum, 1.84. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.84
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.84

τούτου; Καὶ εἶπεν· Ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ, καὶ δοθῆναι βδέλυγμα ἐρημώσεως ἡμέρας σὶ· καὶ μακάριος ὁ ὑπομένων καὶ φθάσας ἡμέρας ατλεʹ.» Ὅτι ἐπὶ τῶν χρόνων Ἀμώς βασιλέως Ἰούδα τὰ περὶ τῆς Νιναὶ προφητευθέντα κατὰ τοὺς χρόνους τούτους πέρας ἔσχεν. Ἰστορεῖ δὲ Ἰώσηπος ἐν τῷ θʹ τῆς Ἀρχαιολογίας τὸν Ἰωνᾶν καταποθέντα ὑπὸ τοῦ κήτους μετὰ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐκβρασθῆναι ζῶντα ἐν τῳ Εὐξείνῳ πόντῳ. Ἀπο τοῦ γʹ βιβλίου τῆς Ἀρχαιολογίας Ἰωσήπου, ὅτι ἐάν τις ὑπονοήσῃ τῶν Ἑβραίων μεμοιχεῦσθαι αὐτοῦ τὴν γυναῖκα, κομίζει κριθῶν ἀλεύρου ἀσσάρωνα, καὶ μίαν αὐτῆς δράκα ἐπιβαλόντες τῷ Θεῷ τὸ λοιπὸν τοῖς ἱερεῦσι διδόασιν εἰς τροφήν. Τὴν δὲ γυναῖκα στήσας ὁ ἱερεὺς κατὰ τὰς πύλας πρὸς τὸν νεὼν, καὶ τὴν κεφαλὴν αὐτῆς γυμνώσας, ἐπιγράφει τοῦ Θεοῦ τὴν προσηγορίαν διφθέρᾳ. Κελεύει δὲ ὀμνύειν μηδὲν ἠδικηκέναι περὶ τὸν ἄνδρα. Παραβᾶσαν δὲ τὸ σῶφρον, τοῦ δεξιοῦ σκέλους τὸ ἄρθρον ἔξαρθρον γενέσθαι, καὶ τὴν γαστέρα πρισθεῖσαν οὕτως ἀποθανεῖν. Ἐὰν δὲ ὑπὸ πολλοῦ ἔρωτος καὶ τῆς τούτου ζηλοτυπίας προπετῶς ὁ ἀνὴρ διὰ τὴν ὑπόνοιαν εἵη κεκινημένος, μηνὶ δεκάτῳ γενέσθαι παιδίον ἄῤῥεν αὐτῇ. Τῶν δὲ ὅρκων τελειωθέντων, τῆς διφθέρας ἀπαλείψας τοὔνομα, εἰς φιάλην ἐκπιέζει. Προσκο, ἴσας δὲ ἐκ τῆς τοῦ ἱεροῦ γῆς εἴ τι προστύχοι, καὶ καταπάσας, ἐκπιεῖν δίδωσιν. Ἡ δὲ εἰ μὲν ἀδίκως ἐνεκλήθη, ἐγκύμων τε γίνεται καὶ τελεσφορεῖται κατὰ τὴν γαστέρα. [Ρ. Οὓς; Ἠευσαμένη δὲ τὸν ἄνδρα ἐπὶ τοῖς γάμοις καὶ τὸν Θεὸν ἐπὶ τοῖς ὅρκοις μετ´ αἰσχύνης καταστρέφει τὸν βίον, τοῦ τε σκέλους ἐκπεσόντος αὐτῆς καὶ τὴν κοιλίαν ὑδέρου καταλαβόντος Ἀπὸ βιβλίου τετάρτου τοῦ αὐτοῦ, ὅτι ἀπὸ ἀμυγδαλῆς οὔσης τῆς ῥάβδου Ἀαρὼν ἀμύγδαλα καὶ οἱ καρποὶ ὡράθησαν. Ὅτι ὅσοι ἂν ἑαυτοὺς καθιερῶσιν εὐχὴν πεποιημένοι, Ναζιραῖοι οὗτοι καλοῦνται κομῶντες καὶ οἰνον μὴ προσφερόμενοι. Τούτους δὲ, ὅταν τὰς τρίχας ἀφιερῶσιν ἐπὶ θυσίᾳ τε δρῶσι τὰς κουρὰς, νέμεσθαι πρὸς τοὺς ἱερέας. Καὶ οἱ κορβὰν αὐτοὺς ὀνομάσαντες τῷ Θεῷ(δῶρον δὲ τοῦτο σημαίνει] βουλόμενοι ἀφίεσθαι τῆς λειτουργίας, τοῖς ἱερεῦσι καταβαλεῖν τὸ ἀργύριον, γυναικὸς μὲν τριάκοντα σίκλους, ἀνδρὸς δὲ πεντήκοντα. τι Βαλαὰκ πεσὼν ἐπὶ στόμα τὰ πάθη προὔλεγεν, ὅσα τε βασιλεῦσιν ἔσται καὶ ὅσα πόλεσι ταῖς ἀξιολογωτάταις, ὧν ἐνίαις οὐδὲ οἰκεῖσθαί πως συνέβαινε τὴν ἀρχήν. Ὑπέθετο δὲ καὶ τὸν τῶν Μαδιανιτῶν καὶ τὸν τῶν Μωαβιτίδων γυναικῶν δόλον. Απὸ βιβλίου εʹ τοῦ αὐτοῦ, ὅτι οὐχ ὡς ἡ Γραφὴ ἔχει, οὕτως ἐξηγεῖται Ἰώσηπος τὰ περὶ Σαμψών. Ὅτι μὲν γὰρ ὄνου σιαγόνι χιλίους ἀπέκτεινε, λέγει, ὅτι δὲ ἐξ αὐτῆς ὕδωρ ἔβλυσεν, οὐ λέγει, ἀλλ´ ὅτι μᾶλλον τοῦ τόπου ἀνωνύμου ὄντος, ἐκ τοῦ συμβάντος ἐπικληθῆναι ὁ σιαγών. Ἐξ αὐτοῦ δὲ πηγὴν ἀναδοθεῖσαν κατά τινος πέτρας, ἡδεῖαν καὶ πολλὴν πόσιν διδοῦσαν κορέσαι τὸν Σαμψὼν, καὶ οὕτω μέχρι τοῦ δεῦρο καλεῖσθαι τὸ χωρίον. Βιβλίον ζʹ τοῦ αὐτοῦ, ὅτι Δαβὶδ ἐκλαθόμενος τῶν

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
