# Compendium Historiarum 1.85

Georgius Cedrenus, Compendium Historiarum, 1.85. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.85
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.85

Μωῦσέως ἐντολῶν, ὃς προεῖπεν, ἐὰν ἐξαριθμηθῇ τὸ πλὴθος, ὑπὲρ ἑκάστης κεφαλῆς αὐτῷ τῷ Θεῷ τελέ· σειεν ἡμίσικλον, προσέταξεν Ἰωὰβ πορευθέντι πάντα τὸν ὄχλον ἐξαριθμῆσαι, καὶ διὰ τοῦτο ἀπώλοντο χιλιάδες ἑβδομήκοντα τοῦ λαοῦ, ἔως οὗ θυσίας εἰρηνικὰς ἐπενέγκας Δαβὶδ κατεπράῦνε τὸ Θεῖον. Συνέβη δὲ ἐπ´ ἐκεῖνον τὸν τόπον τελεσθῆναι τὰς θυσίας, ἐν ᾧ καὶ Ἀβραὰμ τὸν υἱὸν αὐτοῦ Ἰσαὰκ ἀνήνεγκεν εἴς ὁλοκάρπωσιν. Ὀτι τὰ περὶ τὸν ναὸν Δαβὶδ ἡτοίμασεν ἅπαντα, ἐκωλύθη δὲ κτίσαι αὐτὸν διὰ τὸ μεμιάνθαι τῇ δεξιᾷ χοιρὶ τῷ συχνοτέρῳ τῶν ἐχθρῶν φόνῳ. Τρισχίλια δὲ τάλαντα χρυσίου κατέλιπεν εἰς τὴν τοῦ ναοῦ κτίσιν τῷ Σολομῶντι. Ὅτι συνετάξατο Σολομῶν βιβλία περὶ ᾠῶν καὶ μελῶν πεντακισχίλια, καὶ παραβολῶν καὶ εἰκόνων βίβλους τρισχιλίας· καθ´ ἕκαστον γὰρ εἶδος δένδρου παραβολὴν εἶπε, καὶ περὶ κτηνῶν καὶ τῶν ν ἐπιγείων ζώων ἁπάντων καὶ τῶν πτηνῶν καὶ τῶν ἀερίων. Παρέσχε δὲ αὐτῷ μαθεῖν ὁ Θεὸς καὶ τὴν κατὰ τῶν δαιμόνων τέχνην εἰς ὠφέλειαν τῶν ἀνθρώπων, ἐπῳδ ἀς δὲ συντάξαι ἐν αἷς παρηγορεῖται τὰ νοσήματα. ΤΡ. Τθ] Καὶ τρόπους ἐξορκώσεων κατέλιπεν. οἷς ἐνδούμενα τὰ δαιμόνια, ὡς μηκέτι ἐπανελθεῖν, ἐκδιώκονται. Καὶ αὐτὴ παρ´ ἡμῖν νῦν ἡ θεραπεία πλεῖστον ἰσχύει. Ἱστόρησα γὰρ, φησὶν Ἰώσηπος, Ἐλεάζαρόν τινα, τῶν ὁμοφύλων Οὐεσπασιανοῦ, παρόντων καὶ τῶν υἱῶν αὐτοῦ καὶ χιλιάρχων καὶ ἄλλου στρατιωτικοῦ πλήθους, τοὺς ὑπὸ δαιμόνων λαμβανομένους ἀπολύοντα τούτοις. Ὁ δὲ τρόπος τῆς θεραπείας τοιοῦτος ἦν· προσφέρων ταῖς ῥισὶ τοῦ δαιμονιζομένου τὸν δακτύλιον, ἔχοντα ἐπὶ τὴν σφραγῖδα ῥίζαν ἐξ ὧν ὑπέδειξε Σολομῶν, ἔπειτα ἐξῆλθεν ὀσφραινόμενον διὰ τῶν ῥινῶν τὸ δαιμόνιον. Καὶ πεσόντος εὐθὺς τοῦ ἀνθρώπου μηκέτι εἰς αὐτὸν ὑποστρέφειν, ὅρκους Σολομῶντος μεμνημένον καὶ τὰς ἐπῳδ Μς συνέθηκεν ἐκεῖνος ἐπιλέγων. Λέγει δὲ Ἰώσηπος ὅτι ϟδ´ ἔτη Κἔξησεν ὁ Σολομῶν, ἐβασίλευσε δὲ ἔτη πʹ. Ἀπὸ βιβλίου δεκάτου τοῦ αὐτοῦ, ὅτι Ἡσαΐας ὁ προφήτης προλέγει τῷ βασιλεῖ Ἐζεκίᾳ πάντα τὸν πλοῦτον αὐτοῦ εἰς Ιαβυλῶνα μετατεθήσεσθαι, καὶ τοὺς ἐγγόνους εὐνουχισθησομένους, καὶ ἀπολέσαντας τὸ ἄνδρας εἶναι τῷ Βαβυλωνίων δουλεῦσαι βασιλεῖ· καὶ ταῦτα προλέγειν τὸν Θεόν. Ἐπεσημηνάμεθα δὲ καὶ τὴν τοῦ μακαρίτου Ἰὼβ βίβλον ἐν ἐπιτόμῳ, τὰς πραγματείας αὐτῆς ὡς οἷόν τε διὰ βραχέων ἐγκαταλέξαντες εἰς ἀνάμνησιν τῶν εἰδότων ταύτης τὸν νοῦν. Ὡς ἐν δράματι ἡ βίβλος τοῦ μακαρίου Ἰὼβ περιέχει πρόσωπα ἑξ, πρῶτον αὐτὸν τὸν δίκαιον Ἰὼβ, δεύτερον Ἐλιφὰζ τὸν Θαιμανίτην, τρίτον Βαλδὰδ τὸν Σαυχίτην, τέταρτον Σοφὰρ τὸν Μιναῖον, πέμπτον Ἐλιοῦς τὸν Βουζίτην, ἕκτον τὸν Δεσπότην Θεόν. Γίνονται δὲ μεταξὺ αὐτῶν διάλογοι κγʹ. Πρωτολογεῖ δὲ Ἰὼβ, πρὸς ἕκαστον τῶν τριῶν φιλων αὐτοῦ λέγων ὅτι, Ἔτρωσέ με ὁ ἰσχυρὸς βέλει· οἱ δὲ οὐκ ἀδίκως τὸν ἰσχυρὸν καὶ αἰώνιον τιτρώσκειν εἶπον. Καὶ ἐν ταύτῃ τῇ ζητήσει γίνονται διάλογοι ἕξα. Ετα πάλιν πρωτολογεῖ Ἰὼβ πρὸς αὐτοὺς, λέγων ἑκούσια παραπτώματα ἑαυτῷ μὴ γινώσκειν· οἱ δὲ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
