# Compendium Historiarum 1.89

Georgius Cedrenus, Compendium Historiarum, 1.89. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.89
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.89

ἐξελθόντες οἱ Ἑραῖοι ἀπὸ Αἰγύπτου πεφυρμένοις ἀλεύροις καὶ πεπηγόσιν ἐπὶ λ´ ἡμέραις διετράφησαν σπανίως· ὅθεν καὶ εἰς μνήμην τῆς τότε ἐνδείας, ἐορτὴν ἄγουσιν ἐφ´ ἡμέρας ὀκτὼ τὴν τῶν Ἀζύμων λεγομένην· ἐξῆλθον δέ μετὰ ἔτη τετρακόσια τριάκοντα. Ὅτι τὸ τῶν ὀρτύγων γένος τρεφόμενον πλῆθος εἰς τὸν Ἀράβιον κόλπον ἐφίπταται, τὴν μεταξὺ θάλασσαν ὑπερελθὸν, καὶ ὑπὸ κόπου τε ἅμα τῆς πτήσεως καὶ πρόσγειον μᾶλλον τῶν ἄλλων λν κατεφέρετο εἰς τοὺς Ἑβραίους. Ὅτι τὸ μάννα παρήγγελτο ἐξ ἴσου πᾶσιν ἀσσάρωνατοῦτο δέ ἐστίν, ῆρῇῆῆἦ,·οχσολΧωσωσπς πορον ᾖ τὸ λαμβάνειν δι´ ἀλκὴν τῶν δυνατωτέρων πλεονεκτούντων περὶ τὴν ἀναίρεσιν. Ὅτι ἐπὶ σταθηρᾷ μεσημβρίᾳ τῆς ἐπὶ τῆς βάτο θεοφανείας ἀξιοῦται Μωϋσῆς, καὶ τῶν ὁμοφύλων τὴν ἡγεμονίαν καὶ μὴθέλων ἐγχειρίζεται, σημείοις τε καὶ τέρασι καθοπλισθεὶς, καταλιπὼν Ἰοθὸρ τὸν πενθερὸν αὐτοῦ ἢ γαμβρὸνδισσῶς γὰρ καλεῖται εἰς Ἀἴγυπτον ἅμα δυσὶ παισὶ Γηρσὰμ καὶ Ἐλιέζερ, καὶ γυναικὶ τῇ Σεπφόρᾳ, ᾖ καὶ ἐπιστὰς ἄγγελος θάνατον ἠπείλησεν. Ἀλλὰ τοῦτον ἱλεώσατο καίπερ ἀλλόφυλος οὖσα ἡγυνὴ τῷ τῆς περιτομῆς τοῦπαιδὸς αἵματι. Συναντᾷ δὲ αὐτῷ καὶ Ἀαρὼν θεόθεν σταλεὶς, καὶ τὴν τῶν σημείων ἐπιβεβαιοῦται δύναμιν. Ὅθεν καὶ τῶ Φαραὼ μετὰ καὶ τῶν Αἰγυπτίων ἐπαοιδῶν ἀνθισταμένοις πρώτην πηγὴν ἐπήνεγκεν, πᾶν ὕδωρ εἰς αἷμα ποιήσας· Μωϋσεῖ δὲ καὶ Ἀαρὼν καὶ τοῖς Ἑβραίοις καθαρὸν ἦν καὶ πινόμενον. Ἔνθεν γὰρί καὶ τοῖς γόησιν ἀντεσοφίσθη τὸ παρὰ τοῖς Ἐόραίοις εὐρισκόμενον ὕδωρ αἱμα δοκεῖν φαίνεσθαι Τὸ δὲ αὐτὸ νοεῖται καὶ ἐπὶ τῆς δευτέρας πληγῆς τῶν βατράχων, Αἰγυπτίους μὲν πάντας τῷ πάθει μαστίζεσθαι, μόνην δὲ τὴν γῆν τῶν Ἑβραίων καθα ρεύειν τῶ πάθους. Τρίτη πληγὴ ἡ τῶν σκνιπῶν, τετάρτη ἡ τῆς κυνομυίας, πέμπτη θάνατος κτηνῶν, σκότος, δεκάτη θάνατος τῶν πρωτοτόκων. [ΡΤὸ] Ἡ δεκάλογος, αʹ. Ἐγώ εἰμι Κύριος ὁ Θεὐς σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου. βʹ. Οὐκ ἔσονταί σοι θεοὶ ἕτεοοι πλὴν ἐμοῦ· οὐ ποιήσεις σεαυτῷ εἰδωλον, οὐδὲ παντὸς ὁμοίωμα. γʹ. Οὐ λήψῃ τὸ ὄνομα τῶ Θεοῦ ἐπὶ κενῷ· οὐ γὰρ μὴ καθαρίσει Κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. δʹ. Μνήσθητι τὴν ἡμέραν τῶν Σαββάτων ἁγιάζειν αὐτήν. εʹ. Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
