# Compendium Historiarum 1.94

Georgius Cedrenus, Compendium Historiarum, 1.94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.94
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.94

λαλῶν ἀναβὰς εἰς τὸ ὄρος Ναβὰν ἤτοι Ἀμβρεὶμ, κείμενον ἐν τῇ Μωαβίτιδι πέραν τοῦ Ἰορδάνου κατὰ πρόσωπον Ἰεριχώ, καὶ κατοπτεύσας τὴν γῆν τὴν ἐπηγγελμένην αὐτῷ τῷ Ἰσραὴλ, ἐτελεύτησε, καὶ οὐκ εῖδεν οὐδεὶς τὸν τάφον αὐτοῦ, καὶ οὐκ ἠμαυρώθησαν οἰ ὀφθαλμοὶ αὐτοῦ, οὐδὲ ἐφθάρησαν τὰ χείλη αὐτοῦ. Ἐπείραζε δὲ αὐτὸν ὁ διάβολος ὡς ἡμαρτηκότα τῷ Θεῷ συνελκύσαι μετὰ τῶν ἀμαρτωλῶν. Ἀλλ´ ἀρχαγγελικῇ διεκρούσθη χειρὶ ὡς προπετής καὶ θρασὺς καὶ τῶν τοῦ Θεοῦ φίλων δυσμενής. Ἐγένετο δὲ νεφέλη καὶ σκότος κατὰ τὸν τόπον, ὡς μὴ ἰδεῖν τινα ποῦ ἐτάφη Μωϋσῆς, καθὼς Ἰώσηπος ἱστορεῖ Ἱστέον ὅτι τὰ πέντε βιβλία τῆς ἀρχαιολογίας ὁ μακαριώτατος ἐν ἁγίῳ Πνεύματι Μωϋσῆς ἀνετάξατο κατὰ τὴν Ἑβραΐδα γλῶσσαν· ἤτις μετὰ ταῦτα, ὡς καὶ αἱ λοιπαὶ, εἰς Ἐλληνικὴν μετεβλήθη διάλεκαον ὑπὸ τῶν ἑβδομήκοντα ἑρμηνευθεῖσα ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου. Καὶ ἡ μὲν Γένεσις ἄνωθεν ἀπ´ ἀρχῆς τὴν κοσμογένειαν τήν τε τοῦ ἀνθρώπου πλάσιν, ΠΡ. ΘΟ] τὸν κατακλυσμὸν, τὴν τῶν Σοδομιτῶν ἀπώλειαν, τὴν ἐξ ἀρχῆς μέχρι τέλους τῶν πατέρων Ἀβραὰμ, Ἰσαὰκ καὶ Ἰακὼβ βίωσιν καὶ τελείωσιν, τοὺς χρηματισμοὺς καὶ τὴν τοῦ Ἰωσήφ ἐν Αἰγύπτῳ βασιλείαν περιέχει. Ἡ δὲ Ἔξοδος τὴν τοῦ Ἰσραὴλ περιέχει κάκωσιν, καὶ τὴν διὰ θωϋσέως ἐπὶ τῆς Ἐρυθρᾶς διάβασιν, καὶ τὴν ἐν ἐρήμῳ διατριβὴν, καὶ ὅσα νομοθετούμενος ἐπείρασε τὸν Θεὸν, καὶ τὴν τῆς σκηνῆς κατασκευήν. Τὸ Λευῖτικὸν τὴν τῶν θυσιῶν ποικίλην παράδοσιν καὶ τὴν τῶν ἱερέων διακόσμησιν. Οἱ Ἀριθμοὶ τὴν διττὴν ἐπίσκεψιν εἴτ´ οὖν ἀπαρίθμησιν τῶν υἱῶν Ἰσραὴλ περιέχει, τὴν μὲν πρώτην ἐπὶ Μωϋσέως καὶ Ἀαρὼν μετὰ τὴν ἔξοδον εὐθὺς ἐν τῷ ὄρει Σινᾷ γενομένην, τὴν δὲ δευτέραν ἐπὶ Μωϋσέως καὶ Ἐλεάζαρ, μετὰ τὴν ἐν τεσσαράκοντα ἔτεσιν πανωλεθρίαν τῶν πρώτων διὰ τὴν ἀπιστίαν αὐτῶν, γενομένην ἐν Ἀραβαὼθ Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ τὴν Ἱεριχώ. Τὸ δὲ Δευτερονόμιον πάσας τὰς ἐξ ἀρχῆς μεγαλουργίας τοῦ Θεοῦ μέχρι καὶ τῆς τοῦ Μωϋσέως τελευτῆς γενομένας εἰς αὐτοὺς περιέχει, ἀλλὰ μὴν καὶ τὴν δευτέραν ᾠδὴν πᾶσαν, καὶ τοὺς φυλάρχους οἶ καὶ ἔμελλον κατακληρονομεῖν τὴν τῆς ἐπαγγελίας γῆν. Διελθόντος δὲ τοῦ Ἰσραὴλ τὸν Ἰορδάνην, περιέτεμεν ὁ Ἰησοῦς πάντα τὸν λαὸν μαχαίραις πετρίναις· τὰ γὰρ ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη οὐδεὶς περιετμήθη, καὶ οἱ πλεῖστοι τῶν μαχίμων ἀπερίτμητοι ἦσαν· τὸ δὲ αἴτιον, ὅτι παντὸς ἀλλογενοῦς χωρισμένοι χρείαν τῆς περιτομῆς οὐκ εἰχον. Καλῶς, ἄρα εἴρηται τῷ θείῳ Ἀποστόλῳ ὅτι οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ τήρησις ἐντολῶν. Καὶ φαγόντος ἐκ τοῦ νέου σίτου τοῦ λαοῦ τῇ αὐτῇ ἡμέρᾳ ἐξέλιπε τὸ μάννα. Τότε καὶ τὸν ἀρχιστράτηγον Μιχαὴλ εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ εἰς Ἱεριχὼ, δι´ οὗ καὶ παρεδόθη αὐτῷ ἡ Ἰεριχώ· μετὰ γὰρ ἡμέρας ϛʹ περιστοιχισάντων αὐτὴν μετὰ τῆς κιβωτοῦ, ἐπεὶ ἐσάλπισαν καὶ ἐβόησαν ὁ λαὸς, ἔπεσον αὐτόματα τὰ τείχη, καὶ εἰσῆλθεν ἐν αὐτῇ Ἰσραὴλ, καὶ ἐσφάγη πᾶς ὁ λαὸς τῆς Ἰεριχὼ καὶ πᾶν ζῶον, πλὴν Ῥάαβ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
