# Compendium Historiarum 1.99

Georgius Cedrenus, Compendium Historiarum, 1.99. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/1.99
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/1.99

καὶ ἀφίσταται ἀπ´ αὐτοῦ τὸ πονηρὸν πνεῦμα, Ἀλλ´ οὖν γε πατάξας ὁ Δαβὶδ τὸν ἀλλόφυλον Γολιὰθ, ὃς ἦν ἡλικίᾳ πηχῶν τεσσάρων καὶ σπιθαμῆς τὸ ὕψος, καὶ περικεφαλαίαν ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ θώρακα ἀλυσιδωτὸν πέντε χιλιάδων σίκλων χαλκοῦ καὶ σιδήρου, καὶ κνημῖδας χαλκᾶς ἐπὶ τὰ σκέλη αὐτοῦ, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων, καὶ ἡ ἐπ´ αὐτὸ λόγχη ἑξακοσίων σίκλων σιδήρου, καὶ ἀσπὶς χαλκῆ ἀνὰ μέσον τῶν ὥμων αὐτοῦ. Καὶ διὰ τοῦτο ἐπιγαμβρευθεὶς τῷ Σαοὺλ, καὶ φθονηθεὶς προφάσει τῶν χορευτριῶν, ἀποδιδράσκει ἀπ´ αὐτοῦ, ὅτε καὶ τοὺς ἄρτους τῆς προσθέσεως ἔφαγε, καὶ τοὺς τριακοσίους πεντήκοντα ἱερεῖς ἀνεῖλε Σαοὺλ, καὶ πᾶσαν τὴν πόλιν ἐπάταξε Νομβᾶν ἐν ῥομφαίᾳ ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ οὐχ ὑπελείφθη ἐξ αὐτῶν, εἰ μὴ Ἀβιάθαρ, υἱός Ἀβιμέλεχ, φυγὼν πρὸς Δαβίδ. Αὕτη τοῦ Σαοὺλ ἡ μιαιφονία πάντων τῶν ἄλλων ἁμαρτημάτων δυσσεβεστέρα. Καὶ τὸν μὲν Ἄγαγ διέσωσε, καὶ πάντα ὅσα ἦν ἀξιόκτητα· τοῦ δὲ θυμοῦ κεκινηκότος τοὺς τριακοσίους πεντήκοντα ἱερεῖς καὶ πᾶσαν τὴν πόλιν αὔτανδρον διέφθειρε. ολλάκις δὲ καταδιώκων τὸν πραότατον Δαβὶδ ὁ ἀπανθρωπότατος Σαοὺλ εἰς χεῖρας Δαβὶδ ἅπαξ καὶ δὶς ἐμπέπτωκε. Μὴ ἀνταποδιδοὺς δὲ ὁ Δαβιδαὐτῷ κακὸν ἀντὶ κακοῦ, μᾶλλον ἔλεγε πρὸς αὐτόν· «να τί καταδιώκεις, βασιλεῦ, λαβεῖν, τὴν ψυχήν μου· δικάσαι Κύριος μέσον ἡμῶν.» [Ρ. Θὰ] Καὶ ὁ μὲν οἶκος Δαβὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, ὁ δὲ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει. Καὶ ἀπέθανε Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ, τοξευθεὶς ὑπὸ τῶν ἀλλοφύλων εἰς τὰ ὑποχόνδρια· καὶ μὴ ἀποθνήσκων αὐτὸς γέγονεν αὐτοφονευτὴς, ἐπιπεσὼν ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ, μή πως ἐμπαίξωσιν αὐτὸν οἱ ἀλλόφυλοι ΡΟεἰ ΘΙΑΙΒΑνίΔεΓορωο ρεΓ αΛοε [ιε ΛΙατὰ δὲ Σαοὺλ ἐβασίλευσε Δαβὶδ ἔτη τεσσαράκοντα, ὃς ἐποίησε τὰ θελήματα τοῦ Θεοῦ πάντα, κατὰ τὸ εἰρημένον· «Εὗρον τὸν τοῦ Ἰεσσαὶ Δαβὶδ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.» Καὶ ἐπορεύετο Δαβὶδ πορευόρενος καὶ μεγαλυνόμενος, καὶ Κύριος παντοκράτωρ μετ αὐτοῦ. Εἶχε δὲ καὶ δυνατοὺς ἄνδρας τριακονταεπτὰ τοιούτους ὥστε τὸν μικρὸν αὐτῶν ποιεῖν πρὸς ἑκατὸν, τὸν δὲ μέγαν πρὸς χιλίους. Ἐξ ὧν ἐστὶ τὰ ὀνόματα ταῦτα· Σεβοχᾶ· οὗτος ἐπάταξε τὸν Σὲφ τὸν τοῦ Ῥαφά, ἀπόγονον τῶν γιγάντων. Ἐλεανᾶν· οὐτος ἀνεῖλεν ἄνδρα δυνατὸν Χετταῖον, οὗ ἦν τὸ ξύλον τοῦ δόρατος ὡς ἀντίον ὑφαινόντων. Ἰωνάθαν· οὗτος ἐφόνευσεν ἄνδρα δυνατὸν καὶ παμμεγέθη, ἔχοντα ἐν ταῖς χερσὶ καὶ τοῖς ποσὶν ἀνὰ δακτύλους ἕξ. Ἀδίνων· οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίων στρατιτῶν εἰς μίαν παρεμβολήν. Ἰεσεβαδά· οὗτος ἐσπάσατο τὴν μάχαιραν αὐτοῦ ἐν καιρῷ ἑνὶ ἐπὶ τραυματιῶν τριακοσίων. Μαρᾶ· οὗτος τῶν ἀλλοφύλων ἐπελθόντων καὶ βουλομένων ἀρπάσαι τὴν μερίδα τοῦ ἀγροῦ πλήρη οὖσαν φακῆς, καὶ τοῦ λαοῦ φυγόντος, μόνος ἔστη, καὶ τοὺς μὲν ἀλλοφύλους ἐδίωξε, τὴν δὲ μερίδα τοῦ ἀγροῦ ἐφύλαξεν. Ἐλεάζαρ· οὐτος μερίδος οὔσης κριθῶν, καὶ τῶν ἀλλοφύλων ἐπελθόντων, καὶ τοῦ λαοῦ φυγόντος, μόνος ἐστηλώθη, καὶ τοὺς μὲν ἀλλοφύλους ἔτρεψε, τὴν δὲ κριθὴν διέσωνετοσούτους

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
