# Compendium Historiarum 2.104

Georgius Cedrenus, Compendium Historiarum, 2.104. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.104
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.104

φρουρίων, ἔξαρχον ἔχοντα τὸν Ἐιφίαν, ἐκπέμπει, στρεψάμενος εἷλε πολιορκίᾳ τὸ ἔρυμα ὅ Βοιὼν καλεῖται. Ὁ δὲ βασιλεὺς ἀπελθὼν ἐν Κωνσταντινουπόλει,, κατὰ τὸν Ἰανουάριον μῆνα τοῦ ϛοκδ´ ἔτους, στόλον εἰς Χαζαρίαν ἐκπέμπει, ἔξαρχον ἔχοντα τὸν Μογγὸν, υἱὸν Ἀνδρονίκου δουκὸς τοῦ Αὐδοῦ· καὶ τῆ συνεργίᾳ Σφέγγου τοῦ ἀδελφοῦ Βλαδιμηροῦ, τοῦ ἀδελφοῦ τοῦ βασιλέως, ὑπέταξε τὴν χώραν, τοῦ ἄρχοντος αὐτῆς Γεωργίου τοῦ Τζούλου ἐν τῇ πρώτῃ προσβολῇ συλληφθέντος.. Τ] Τότε καὶ Ἐιναχηρεί μ ὁ τῆς ἄνω Μηδίας ἄρχων, ἡν Ἀσπρακανίαν ὀνομάζουσι σήμερον, τῷ βασιλεῖ παγγενεῖ προσιδραμε, τῆν ὑπείκουσαν αὐτῷ παραδεδωκὼς ἅπασαν χώραν, πατρίκιος τιμηθεὶς καὶ στρατηγὸς Καππαδοκίας, καὶ κτήσεις ἀντιλαβὼν τάσδε τὰς κόλεις, τὴν Σεβάστειαν, τὴν Λάρισσαν, τὴν Ἀβαραν, καὶ ἄλλας κτήσεις πολλάς. Στενοχωρούμενος γὰρ οὖτος ὑπὸ τῶν προσοίκων Ἀγαρηνῶν καὶ μὴ οἶος ὥν ἀντέχειν προσίοραμε τῷ βασιλεῖ, παραδοὺς τὴν ἐαυτοῦ χώραν. Ἡς ἄρχειν ἀποσταλεὶς Βασίλειος πατρίκιος ὃ Ἀργυρὸς καὶ τοῖς ὄλοις πταίσας παραλόεται τῆς ἀρχῆς· καὶ διάδοχος αὐτοῦ πέμπεται Νικηφόρος πρωτοσπαθάριος ὁ Κομνηνὸς, ὃ κατὰ χώραν γενόμενος καὶ τὰ μὲν πειθοῖ τὰ δὲ βίᾳ χρώμενος ὑπήκοον τῷ βασιλεῖ τὴν χώραν ἐποίησε. Τῷ δὲ, φφκδ´ ἕτει, ἰνδικτιῶνος ιδ´, ἀπάρας τῆς βασιλίδος ὁ βασιλεὺς ἄπεισιν εἴς Τριαδίτζαν. Καὶ τὸ φρού ριον Πέρνικον περικαθίσας ἐπολιόρκει, τῶν ἔνδον τε καρτερῶς καὶ ἐκθύμως ἀγωνιζομένων, καὶ πολλῶν Ῥωμαίων πιπτόντων. Ἐο´ ὄλας ὀγδοήκοντα καὶ ἡʹ ἡμέρας προσλιπαρήσας τῇ πολιορκίᾳ, ὡς ἔγνω ἀδυνάτοις ἐπιχειρῶν, ἀπρακτος ὕπεχώρησε καὶ εἰς λο σινούπολιν ἀπῆλθεν. Ἐυ ᾗ τὸν λαὸν διαναπαύσας ἔαρος ἐκιστάντος ἄρας ἐκ Μοσυνουπόλεως εἴσεισιν τὸς Βουλγαρίαν, καὶ περικαθίσας φρούριον τὸ λεγόμενον Δογγὸν εἴλε πολιορκίᾳ. Δαβὶδ δὲ τὸν Ἀριανίτην καὶ Κωναναντῖνον τὸν Διογένην εἰς τὰς κατὸὰ Πκλανονίαν πεδιάδας ἐκπέμψας ζώων πολλῶν καὶ σίχμαλώτων ἐγένετο κύριος. Τὸ δὲ ληφθὲν φρούριον ἐμπρήσας ὁ βασιλεὺς, καὶ τριχῆ τοὺς ἀλόντας μεριαάενος, καὶ μίαν μὲν μερίδα τοῖς συμμαχοῦσι παρεσχηκὼς Ῥώς, ἐτέραν δὲ Ῥωμαίοις, καὶ ἄλλην ἐαυτῷ παρακατασχών, ἐχώρει προσωτέρω. Καὶ μέχρι Καστορίας ἐλθὼν καὶ τῆς πόλεως ἀποπειραθεὶς, ὡς ἧαθετο ἀνεπιχείρητον αὐτὴν οὖσαν, ὁπέστρεψεν· ἰδέξατο γὰρ καὶ γράμμα τοῦ στρστηγοῦντος ἐν τῷ Δοροστύλῳ Τζιτζικίου, τοῦ υἱοῦ τοῦ πατρικίου Θευδάτο τοῦ Ἱθηρος, ὡς ὁ Κρακρᾶς λαὸν ὅτι πλεῖστον ἀροίσας καὶ τῷ Ἰωάννῃ ἐνωθεὶς, προσλαβόμενοι δὲ καὶ Πατζινάκας, μέλλουσιν εἰσβολὴν κατὰ Ῥωμαίων ποιήσασθαι, Τούτῳ τῷ γράμματι θορυβηΔεὶς ἀπανψει διὰ ταχέων. Ἐν τῷ παριέναι δὲ τό τε φρούριον εἷλε τὰ Βοσόγραδα καὶ ὸέπρησε, καὶ τὴν Βεῥῥοιαν ἐκικτίσας, δῃώσας δὲ καὶ κατερειπώσας πὰ κέρις Ὁστροβοῦ καὶ λολισκοῦ, ἔστη τοῦ προσωτέρω ἠέναι· ἀπηγγέλη γὰρ αὐτῷ ὡς ἡ μελετωμένη τῷ Κρανρᾷ καὶ τῷ Ἰωάννῃ κατὰ Ῥωμαίων

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
