# Compendium Historiarum 2.108.1-12

Georgius Cedrenus, Compendium Historiarum, 2.108.1 to 2.108.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.108.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.108.1

τῳ στήθει προσερείσας τὸ γόνυν γὰρ κατὰ χεῖρα γενναῖος τοῦτον κατῆγχε, καὶ τοῖς δυσὶν ὑπηρέταις ἐνακελεύσατο βοηθεῖν τὴν ταχίστην. Οἱ δὲ, καθάπερ συντεθειμένον ἦν, ἱστάμενοι καὶ καραδοκοῦντες τὸ μέλλον, ὡς ἤκουσαν τῆς φωνῆς τοῦ κυρίου, ἔδραμόν τε εὐθέως, καὶ τὸν Ἰβάτῖην περισχόντες καὶ τῷ χιτῶνι ἀποφράξαντες αὐτοῦ τὸ στόμα, ὡς μὴ βοήσῃ περιστήσῃ πλῆθος αὐτοῖς καὶ ἄπρακτον ἀποτελέσῃ τὸ ἔργον, ἀποτυφλοῦσι, τυφλωθέντα δὲ ἐκβάλλουσι τοῦ παραδείσου εἰς τὴν αὐλήν. Αὐτοὶ δὲ εἴς τι ὕπερῷον οἴκημα ὑψηλὸν ἀναδραμόντες καὶ τὰ ξίφη ἀλκόσαντες ἐξεδέχοντο τοὺς μέλλοντας προσιέναι. Τνωσθέντος δὲ τοῦ δράματος συνέῤῥει πλῆθος ἀμύθητον· οἱ μὲν γὰρ ξίφη κατέχοντες ἐν χερσὶν, οἱ δὲ δόρατα, οἱ δὲ τόξα, οἱ δὲ λίθους, οἱ δὲ ἔόλα, οἱ δὲ δαλοὺς καιομένους, ἄλλοι δὲ ὕλην εὖπρηστον, ἔθεον βοηδρομοῦντες καὶ κεκραγότες· «Σφαττέσθωσαν, καιέσθωσαν, μεληδὸν κατατεμνέσθωσαν, λίθοις καταχωννύαθοσαν οἱ παλαμναῖοι καὶ ἀλιτήριοι· μή τις φειδὼ γενέσοω τῶν ἀλαστόρων.» Συνδρομὴν δὲ θεασάμενος ὁ Εὐστάθιος, καὶ τῆς ἑαυτοῦ ἀπεγνωκὼς σωτηρίας, παρεκάλει τέως τοὺς ἀμφ´ αὐτὸν ἄνδρας ἀγαθοὺς γενέσθαι καὶ μὴ μαλακισθῆναι, μηδ´ ἑαυτοὺς προδοῦναι καὶ εἰς ἐξουσίαν πεσεῖν τῶν ζητούντων τὴν πὸ τῶν ἀπώλειαν καὶ παρ´ ἐκείνων τὴν σωτηρίαν μαδέχεσθαι ἢ θάνατον οἶκτρὸν καὶ ἐπώδυνον. Πρὸς δὶ τὸ πλῆθος ἀπό τινος θυρίδος προκύψας καὶ τῆ χειρὶ κατασιγάσας τὸν ὅχλον τοιῶνδε λόγων ἀπήρέατο· Ὡτι μὲν, ὦ ἄνδρες οἱ συνειλεγμένοι, οὐδεμία τις ποοαπέκειτό μοι ἀπέχθεια πρὸς τὸν ὑμέτερον δυνάπτην. καὶ ὑμεῖς αὐτοὶ πάντες ἐρεῖτε, ἀκριβῶς εἰδότες ὡς Βούλγαρος μὲν αὐτὸς, Ῥωμαῖος δ ἐγὼ, καὶ Ῥωμαῖος οὐ τῶν ἐπὶ Θρῴης καὶ Μακεδονίας οἰκούντων, ἀλλ´ ἐκ τῆς μικρᾶς Ἀσίας, ἧτις ὅσον ἀπέχει ἄμῶν, ἵσασιν οἱ γινώσκοντες. Ὅτι δὲ καὶ αὐτὸς τῷ τοιούτῳ ἐπεχείρησα ἔργῳ οὐκ εἰκῆ καὶ μάτην, ἀλλά τις μὲ κατήπειξεν ἀνάγκη, λογιεῖσθε οἱ φρονιμώτεροι. Οὐ γὰρ ἂν οὕτω μανιωδῶς εἰς προῦπτον ἐμαυτὸν ἀνάῤῥιψα κίνδυνον καὶ τῆς ἐμαυτοῦ ζωῆς κατφρόνησα, εἰ μή τις ἧν ἄλλη αὐτία ἡ βιασαμένη με πρὸς τὴν πρᾶξιν ἐλθεῖν.

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
