# Compendium Historiarum 2.110

Georgius Cedrenus, Compendium Historiarum, 2.110. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.110
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.110

ἐκπέμπει, δηλῶν μεθ´ ὅρκων ἐπιθυμίαν ἔχειν ἐνωθῆναι αὐτῷ καὶ περὶ ἀναγκαίων κοινολογήσασθαι. Καὶ δὲ τις αὐτὸν ὁποτρέχει φόθος, τρεῖς ὑπηρέτας εἰληφέναι μόνους, καὶ κατὰ τὸ μέσον τοῦ παραῤῥέοντος ποταμοῦ συμμῖξαι αὐτῷ μετὰ τριῶν ὑπηρετῶν ὁμοίως ἀφίξεσθαι μέλλοντι, Πεισθεὶς οὖν ἐκεῖνος ἔρχεται πρὸς τὸν ποταμὸν καὶ τῷ Διογένει ἐνοῦται. Ἐν ᾧ δὲ ἔμελλον διαλέγεσθαι, ὁ Διογένης ἐγκόλπιον φέρων μάχαιραν καὶ ταύτην αἰφνιδίως ἀλκύτας παίει τοῦτον κατὰ τῆς πλευρὰς καὶ εὐθὺς ἀναιρεῖ, Τῶν δὲ μετ´ αὐτοῦ φυγῇ χρησαμένων, τοὺς πλησιάζοντας ὁ Διογένης συναθροίσας στρατοὺς μετὰ χειρὸς ἱκανῆς ἔρχεται πρὸς τὸ Σίμμιον, καὶ τὴν γυναῖκα τοῦ τεθνεῶτος καταπληξάμενος καὶ ἄποσχέσεσι μεγάλαις καταμαλάξας ἔπεισε προσχωρῆσαι καὶ τὸ Σίρμιον παραδοῦναι τῷ βασιλεῖ· ἥτις καὶ εἴς τὸ Βυζάντιον ἀνεπέμφθη, καὶ ἀνδρὶ συνεζεύχθη ἐνὶ τῶν ἐν τῇ πόλει μεγιστάνων, καὶ ὁ Διογένης ἄρχειν ἐτάχθη τῆς νεοκτήτου χώρας. [ΤΡ. Τι Ἀνεκαίνισε δὲ ὁ βασιλεὺς καὶ τὸν ἀγωγὸν Οὐαλεντινιανοῦ τοῦ βασιλέως, ὡς ἂν ἔχοιεν οἱ ἀστοῖ ἀφθονίαν ὕδατος. Γεωργίου δὲ τοῦ ἄρχοντος Ἀβασγίας τὰς πρὸς Ῥωμαίους ἀθετήσαντος συνθήκας καὶ τὰ ὅμορα κατατρέχοντος, ἔξεισι κατ´ αὐτοῦ ὁ βασιλεὺς πανστρατὶ, κατόπιν λιπών Νικηφόρον πατρκιον τὸν Ξιφίαν καὶ Νικηφόρον πατρίκιον τὸν υἱὸν Βάρδα τοῦ Φωκᾶ. Οἱ δὲ διὰ τὸ τῆς στοατείας ἀπολελεῖφθαι δεινοπαθήσαντες οὐ μικρῶς λαόν ὡς ἔτυχεν ἡθροικότες ἀπό τε Καππαδοκίας καὶ Ῥοδάντου καὶ τῶν πέριξ χωρίων, ἀποστασίαν κινοῦσιν. Οὖπερ ἀγγελθέντος τῷ βασιλεῖ ταραχὴ κατεῖχε τὴν παρεμβολὴν καὶ ἀγωνία, δεδοικυῖαν μή πως ἐν μέσῳ Ἃβασγῶν τε καὶ τῶν ἀποστατῶν συνειλημμένοιεδδοτο γὰρ καὶ λόγος ὡς οἱ περὶ τὸν Ξιφία λιεκηροκεύσαντο περὶ τούτου πρὸς τὸν ἄρχοντα Ἀβασγίας ἀνήκεστόν τι πάθωσιν. Ὁ δὲ βασιλεὺς ράμματα γράψας πρός τε τὸν Ξιφίαν καὶ τὸν φωκᾶν ἐξέπεμψε, παραγγείλας τῷ λαβόντι σπουδάσαι πάντα τρόπον λαθεῖν καὶ ἐκάστῳ ἀσυγγνώστως δεδωκέναι τὸ γράμμα. Τοῦ δὲ ὡς ἐκελεύσθη ποιήσαντος καὶ τὰς ἐπιστολὰς ἐγχειρίσαντος λεληθότως, ὁ μὲν Φωκᾶς εὐὺς ἐπανέγνω γὴν ἐαυτοῦ τῷ πιφίᾳ, ἐκεῖνος δὲ τὴν ἐαυτοῦ ἀποκρύψας καὶ γράμμα δέξασθαι ὅλως ἀπαρνησάμινος ἐν μιᾷ τῶν ἡμερῶν καλεῖ τοῦτον ἐπὶ κοινολογίαν, καὶ ἐλθόντα, λόχους ἐχων προιυτρεπισμένους, ἀποκτίννυσι. Καὶ ἡ ἐπισήστα. σις τῶν ἀποστατῶν εὐθὺς διεσκεδάσθη. Τοῦ δὲ θανάτου τοῦ Φωκᾶ γνωσθέντος τῷ βασιλεῖ πέμπεται Θεο ουλακτος ὃ Δαμιανοῦ τοῦ Δαλασσηνοῦ υἱὸς, καὶ τὸν πιφίαν συλλαβών ἐκπέμπει δέσμιον πρὸς τὴν βασιλίδα κρὸς Ἰωάννην τὸν προτονοτάριον, ὃς ἐν τῇ νήσῳ τοῦ Ἀντιγόνου μοναχὸν αὐτὸν ἀποκείρει. Ὁ δὲ βασιλεὺς τοῦ τῶν ἀποστατῶν ἀπολυθεὶς δέους συμσάλλει τοῖς Ἀβασγοῖς, καὶ πολλοὶ πίπτουσι τῶν Ρωμαίων. Ὅμως διελύθησαν ἀμφω τὰ στρατεύματα,

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
