# Compendium Historiarum 2.116

Georgius Cedrenus, Compendium Historiarum, 2.116. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.116
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.116

ἀνεψιοί, δεινῶς τοφθέντες καὶ διὰ μίσης τῆς λοωφόρου παραπεμφθέντες ἐξορίᾳ παρεπίμφθησαν Κατηνέχθη καὶ Θεοδώρα τῶν ἀνακτόρων, καὶ εἰς τὸ λεγόμενον περιωρίσθη Πετρίον. Ὁκτωβρίου δὲ μηνὸς λα´ χύσις ἀστέρος, ἐγένετο, ἐκ δυσμῶν πρὸς ἀνατολὴν τὴν πορείαν ποιοῦντος. Καὶ κατ´ αὐτὴν τὴν ἡμέραν πτῶσις οὐ μικρὰ γέγονε τοῦ Ῥωμαϊκοῦ στρατοῦ ἐν Συρίᾳ στρατηγοῦντος της μεγάλης Ἀντιοχείας Μιχαήλ τοῦ Σπονδύλη. Ἐγένετο δὲ καὶ ὄμβρων ἐπίκλυσις, ἐπικρατήσασα ἕως τοῦ Μαρτίου μηνὸς, τῶν ποταμῶν ὑπερχυθέντων καὶ τῶν κοίλων πελαγισάντων, ὡς ἀποπνιγῆναι σχεδὸν πάντα τὰ Χῶα καὶ τοὺς καταβληθέντας καρποὺς τῇ γῆ, καὶ διὰ τοῦτο λιμὸν κατὰ τὸν ἐπιόντα χρόνον ἐπακολουθῆ σαι δεινόν. Βουλόμενος δὲ ὁ βασιλεὺς τὸ γεγονὸς ἐν Συρίᾳ ἀτύχημα ἐξιάσασθαι, ὥρμητο κατὰ τῆς Βεῤῥοίας ἐκστρατεῦσαι. Ἐκπίμπει γοῦν μετ´ εὐζώνου δονάμεως Κωνσταντῖνον πατρίκιον τὸν Καραντηνὸν νὸν ἐπ´ ἀδελφῇ τούτου γαμβρὸν, ἀπελθεῖν ἐπισκήψας καὶ κατασκοπῆσαι τὰς εἰσόδους καὶ κατὰ τὸ δυνατὸν πημαίνεσθαι τοὺς ἐχθροὺς, παρατάξεως δὲ καθολικῆς ἀπέχεσθαι μέχρι τῆς αὐτοῦ παρουσίας. Ἐν ὅσῳ δὲ ὁ στρατὸς αὐτῷ συνηθροίζετο, ὁ μὲν τῆς Ἀβασγίας ἄρχων Γεώργιος νόσῳ τελευτᾷ, ἡ δὲ τούτου σόνοικος πρέσβεις εἰς βασιλέα στείλασα μετὰ δώρων σπονδάς τε εἰρηνικὰς ἐζήτει καὶ τῷ ταύτης υἱῷ Παρερατίῳ τὴν συνοικήσουσαν. Ἢς τὴν πρεσβείαν ἀποδεξάμενος ὁ βασιλεὺς τᾶς τε σπονδὰς ἐκύρωσε, καὶ Ἐλένην τὴν ἑαυτοῦ ἀνεψιὰν, τὴν θυγατέρα τοῦ ἀδελφοῦ αὐτοῦ βασιλείου, νύμφην εἰς Ἀβασγίαν ἀπέστειλε, τὸν νομφίον Παγκράτιον ἐς τῶν κουροπαλάτων ἀναβιβάσας τὸ ὕψος. Κατὰ τοῦτον τὸν χρόνον γέγονέ τι τεράστιον ἐν τῷ θέματι τῶν Θραοησίων παραδοξον, περὶ τὰς δπωρείας τοῦ ὅρους τοῦ Κουζηνᾶ, ἐν ᾧ πηγή ἐστι καλλίστου καὶ διειδοῦς δατος. Φωνή τις ἐξηκούετο οἶκτρὰ μετὰ ὀδυρμοῦ καὶ οὐαὶ καὶ θρήνων παρεμφερὴς ὀλοφυρμῷ γυναικός. Καὶ οὐχ ἄπαξ ἡ δὶς τοῦτο. ἀλλ´ ἀκὸ Μαρτίου μηνὸς ἄχρις Ἰουνίου αὐτοῦ καθ´ ἡμέραν καὶ νύκτα. Ἀπιόντων δὲ τινων ἐπὶ τῷ κατασκοπῆσαι τὸν τόπον ἕνθα ἡ φωνὴ ἐξηχεῖτο, ἀλλαχοῦ μετέπιπτεν ἡ ὀλολυγή. Τοῦτο δέ, ὡς ἱοικε, προεμήνυε τὴν φθάσασαν ῥηθῆναι ἀτυχίαν τῶν Ῥωμαίων ἐν τῆ Κοίλη Συρίᾳ. Τοῦ γὰρ βασιλέως Νικηφόρου τὰς πλείστας Συρίας καὶ Φοινίκης πόλεις παραστησαμένου, καὶ τοῦ μετ´ αὐτὸν Ἰωάννου τὰ ἕαλωκότα κρατυναμένου καὶ μέχρι Δαμασκοῦ τὴν ἐπικράτειαν παρατείναντος, ἐπείπερ ὁ μετ´ αὐτοὺς Βασίλειος πρότερον μὲν ὄπὸ τῶν ἐμφυλίων ἀσχολούμενος πολέμων, ὄστερον δὲ καὶ τοῖς κατὰ τοῦ Σαμουήλ εργοις προαλιπαρῶν [. Τ] οὐκ ἕσχεν εὐκαιρίαν καλῶς καὶ ὡς ἐνεδέχετο τὰ ἐν τῆ Ἐῳ κατασφαλίσασυαι, ἀλλ´ δσον ἐν φαντασίᾳ γενόμεν ος ἐκεῖσε, καὶ ὡς ὁ καιρὸς, ἀπῄτει ταῦτα καταστησάμενος, εἶθ´ ὑποστρέψας καὶ ἀσχολίαν ἔμμονον ἴχων καὶ φροντίδα τὸ τῶν Βουλγάρων ὅποτάξαι γένος, ἀφορμὴ γέγονε τοῦ τὸν ζυγὸν ἀποῥῤῖψαι τὰς δυνατωτέρας τῶν πόλεων καὶ τὴν αυτῶν ἀαζητῆσαι ἐλευθερίεν. Ἀλλ´ ἕως μὲν οὗτος περιῆν, ἐμελετάτο μὲν ἡ ἀπόστασις, κρύβδην δὲ καὶ οὐ φανερῶς. Τούτου δὲ τὸ χρεὼν ἁποτίσαντος, καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Κωνοταντίνου ἀμελῶς βασιλεύοντος

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
