# Compendium Historiarum 2.120

Georgius Cedrenus, Compendium Historiarum, 2.120. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.120
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.120

δος τοῦ Μουσάραφ, καὶ ἔτερον φρούριον ἐπὶ τινος ἀποτόμου κείμενον πέτρας, τὸ λεγόμενον Ἀργυρόκαστρον. Ταῦτα δὲ οὕτω καταστησάμενος ὁ Θεόκτιστος εἰσῆλθεν εἰς τὴν βασιλίδα, ἐπαγόμενος μευἑαυτοῦ καὶ Ἀλὰχ τὸν τοῦ Πινζαρὰχ οὸν, ὅν καὶ πατρικιότητος ὁ αὐτοκράτωρ ἡξίωσε. Κατόπιν δὲ ἦλθε καὶ ὁ Πινζαρὰχ, προπεμπόμενος καὶ δορυφορούμενος παρὰ τοῦ χρηματίσαντος ἄρχοντος Ἀντιοχείας Νικέτα τοῦ ἐκ Μισθείας· ὃν ὁ βασιλεὺς φιλοφρόνως ἀποδεξάμενος καὶ δώροις καὶ εὐεργεσίαις δεέιωσάμινος οὐ μικραῖς οἴκαδε χαίροντα ἐξαπέστειλεν. Ἐλυτρώσατο δὲ καὶ ἐκ τῆς αἰχμαλωσίας τὸν Χοιροσφάκτην καὶ τοῖς οἰκείοις ἀπέδωκε. Τοῦ πρωτοσπαθαρίου δὲ Ὁρέστου, ὃν ὑπὸ Βασιλείου ποῦ βασιλέως ἐν Σικελίᾳ πεμφθῆναι ὁ λόγος ἐδήλωσεν ἄνωθεν, ἀπείρως ἔχοντος περὶ τὰ πολεμικὰ καὶ ἀτέχνως ἐπιχειροῦντος τοῖς πράγμασιν, οἱ ἐκ Σικελείας Σαρακηνοὶ καιροφυκακήσαντες καὶ αἰφνίδιον ἐπιθέμενοι τοῖς Ῥωμαίοις, ἤδη καὶ κοιλιακῷ νοσήματι ἀπὸ τρυφῆς κατασχεθεῖσιν, ὅλεθρον οὐκ ὀλίγον εἰργάσαντο, Ἀνακτώμενος δὲ τὸ γεγονὸς ἀτύχημα ὁ βασιλεὺς δύναμιν ἀξιόμαχον [. Τθ ἔκ τε Ἐλλάδος καὶ Μακεδονίας ἀθροίσας ἐν Ἰταλίᾳ ἐκπέμπει, ὃς οὐδέν τι γενναῖον δρᾶσαι ἴσχυσεν ἀφελείᾳ καὶ κακότητι τοῦ στρατηγοῦ. Τούτῳ τῷ ἔτει ϛφλθ´ τυγχάνοντι, ἰνδικτιῶνος ιδʹ, καὶ ὁ Προυσιανὸς ἑκουσίως ἀποκείρεται μοναχὸς, καὶ ἡ μήτηρ αὐτοῦ ἐκ Μαντινείου της ἐν Βουκελλαρίῳ μονῆς εἰς Θρφεησίους μεταβιβάζεται, καὶ Κωνσταντῖνος πατρίκιος ὁ Διογένης ἐκβληθεῖς τοῦ πύργου ἐν τῇ μονῇ τῶν Στουδίου ἀποκείρεται μοναχός Ὁ δὲ βασιλεὺς Ῥωμανὸς τὸν οἶκον τοῦ Τριακονταφύλλου ἐξωνησάμενος εἰς μοναστήριον μετεσκεύασεν ἐπὶ ὀνόματι τῆς Δεσποίνης ἡμῶν Θεοτόκου, μηδεμιᾶς πολυτελείας φεισάμενος, συντρίψας μέντοι τῇ προφάσει ταύτῃ οὐ μικρῶς τὸ ὑπήκοον καὶ κακώσας ἕν τε ταῖς τῶν λίθων καὶ τῶν ἄλλων εἰδῶν. διακομιδαῖς. Καταλαμπρύνει δὲ καὶ τὰ κιονόκρανα τῆς Μεγάλης Ἐκκλησίας καὶ τῆς ὑπεραγίας Θεοτο κου τῶν Βλαχερνῶν ἀργύρῳ καὶ χρυσῷ. Μέλλων δὲ καὶ τὸ θυσιαστήριον ἐπιποιεῖσθαι τῶν Βλαχερνῶν εὗρε κρεμαμένην εἰκόνα παλαιὰν, ἦν ἀνακαινισθῆναι προσέταέεν. Ἔξαργυρωμένον δὲ τὸ τοῦ τοίχου χρίσμα ἰδών καθαιρεθῆναι προσέναξε καὶ νέον γενάσθαι. Καθαιρεθέντος δὲ τοῦ χρίσματος εὐρέθη εἰκὼν ὁλογραφικὴ, σανίδιον ἐπιστήθιον κρατούσης τῆς Θεοτόκου τὸν Κύριον καὶ Θεὸν ἡμῶν, ἀμόλυντος διαμείνασα ἀπὸ τῶν ἡμερῶν τοῦ Κοπρωνύμού ἕως τῆσδι τῆς ἡμέρας, ἐτῶν διελθόντων τριακοσίων Τῷ δὲ, σφμʹ ἔτει, ἠνδικτιῶνος ιεʹ, μηνὶ Σεπτεμβρίῳ, ἧλθε πρὸς τὸν βασιλέα Ῥωμανὸν μετὰ δώρων πολλῶν ὁ τοῦ Χαλεπίκου υἱὸς Ἄμερ, ἐξαιτῶν ἀνανεῶσαι τὴν εἰρήνην καὶ τοὺς προσθεν παρέχειν φόρους. Καὶ δὴ στέλλεται Θεοφύλακτος προτοσπαθάριος ὁ Αθηναῖος, καὶ τάς τε σπονδὰς ἐβεβαίωσε καὶ κοινοπραγίαν μετὰ τῶν Χαλεπιτῶν ἔθετο. Ζωὴ δὲ ἡ βασιλις μετὰ τὴν ὕψωσιν τοῦ τιμίου σταυροῦ αἓφνίδιογ ἀπελθοῦσα εἰς τὸ Πετρίον τὴν ἑαυτῆς

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
