# Compendium Historiarum 2.132

Georgius Cedrenus, Compendium Historiarum, 2.132. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.132
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.132

Ῥήματα, καὶ τρέπεται κατὰ κράτος τοὺς Καρχηδονίους ὁ Μανιάκης, τοσούτου γενομένου φόου ὡς τὸν παραέόέοντα ποταμὸν πλημμυρῆσαι τῷ αἴματι, μετὰ δὲ ταῦτα εἶλε πόλεις Σικελικὰς ιγʹ, καὶ κατὰ μικρὸν προϊὼν πᾶσαν ἐχειρώσατο τὴν νῆσον Τῷ δὲ ϛφμς´ ἔτει, ἰνδικτιῶνος ϛʹ, γέγονεν ἐπιβουλὴ κατὰ τῆς πόλεως Ἑδήσσης· καὶ μικροῦ δεῖν ἑάλω, εἰ μὴ Θεὸς διεσώσατο. Στρατηγοῦντος γὰρ ἐν αὐτῇ τοῦ πρωτοσπαθαρίου Βαρασβατζὲ τοῦ Ἰβηρος, [Ρ Τ] ἄρχοντες τῶν Ἀράβων βʹ, ἱππεῖς, ἔχοντες φʹ καὶ καμήλους φʹ, κιβώτια φερούσας χίλια ἔυδοθεν ἔχοντα δισχιλίους ὁπλίτας, τὴν Ἔδεσσαν κατειλήφασι, φάσκοντες ὡς βασιλέα ἀπιέναι δῶρα κομίζοντες. Ἡν δὲ αὐτοῖς ἡ ὁρμὴ ἔνδον τῆς πόλεως ὀσαγαγεῖν τὰ κιβώτια καὶ νύκτωρ τοὺς ὁπλίτας ἐκβαλεῖν καὶ κατασχεῖν τὴν πόλιν. Ὁ δὲ στρατηγὸς τοὺς μὲν ἄρχοντας φιλοφρόνως ἐδέξατο καὶ εἰστίαι τοὺς δὲ ἱππεῖς καὶ τὴν ἀποσκευήν ἔξωθεν διαιτᾶσθαι ἐκέλευσε. Πένης δέ τις Ἀρμένιος μεταιτῶν, ἔνθα ηύλίζοντο οἱ Σαρακηνοὶ γενόμενος, ἤκουσε τινος τῶν ἐν τοῖς κιβωτίοισει γὰρ καὶ τὴν τῶν Σαρακηνῶν διάλεκτον) διερωτῶντός τινος ἔποι πάρεισι, καὶ δραμών ἀπήγγειλε τῷ στρατηγῷ. Ὁ δὲ τοὺς ἄρχοντας ἐσθίειν ἐάσας ἐξῆλθε μεθ´ ὁπλιτῶν, καὶ διαῤῥκξας τὰ κιβώτια καὶ τοὺς ὁπλίτας ἔνδον εὑρών ἄπαντας ἄρδην ἀπέσφαξε σὺν τοῖς ἱππεῦσι καὶ τοῖς καμηλοκόμοις· εἶτα πρὸς τὴν πόλιν ὑποστρέψας τοὺς μὲν ἕνδεκα τῶν ἀρχόντων ἀπέκτεινεν, ἕνα δὲ τὸν κρείττονα ἀγγελον τῶν γεγονότων ἐπ´ οἴκου ἀπέστειλεν, ἀποτεμών χεῖρας αὐτῷ καὶ ὧτα καὶ ῥῖνα Γῷ δὲ σφμζί ἴτει, ἰνδικτιῶνος ζʹ, ἐπιτείνων τὸ πρὸς τὸν Δαλασσηνὸν ἔχθος ὁ Ἰωάννης ὑπερορίζει καὶ Θεοφάνην πατρίκιον τὸν ἀδελφὸν αὐτοῦ, καὶ τὸν ἕτερον ἀδελφὸν αὐτοῦ τὸν πατρίκιον Ῥωμανὸν, καὶ Ἀδριανὸν τὸν ἀνεψιὸν αὐτοῦ καὶ τοὺς λοιποὺς τοὺς κατὰ γένος αὐτῷ ἐγγίζοντας· ἔσπευδε γὰρ ἄρδην ἀφανίσαι τὸ γένος αὐτοῦ. Ποριμώτατος δὲ ὤν πρὸς ἦν ἄν τις εἴποι κακίαν, πᾶσαν ἐφεῦρεν ὁδὸν ἀδικίας, προσθεὶς ἐπέκεινα τῶν δημοσίων τελεσμάτων διδόναι ἕκαστον τῶν χωρίων ὑπὲρ ἀερικοῦ κατὰ τὴν ποιότητα καὶ ἰσχὺν αὐτῶν, τῷ μὲν νομίσματα τέσσαρα, τῷ δὲ ἕὲ ἄχρι τῶν εἴκοσι, καὶ ἄλλους πόρους αἱσχροὺς τοῦ κερδαλέου χάριν, οὕς καὶ καταλέγειν αἰσχύνη. Ὁ δὲ βασιλεὺς κατατεινόμενος ὑπὸ τοῦ δαίμονος καὶ μὴ εὑρίσκων ἐλευθερίαν, ἔπεμψεν ἐν πᾶσι τοῖς θέμασι καὶ ἐν ταῖς νήσοις τοῖς μὲν. πρεσβυτέροις ἀνὰ νομίσματα δύο, τοῖς δὲ μοναχοῖς ἀνὰ νόμισμα Τν. Ἐβάπτιζε δὲ καὶ παῖδας ἀρτιγενεῖς, διδοὺς ἀνὰ νόμισμα ἓν καὶ μιλιαρίσια τέσσαρα. Ἀλλ´ οὐδὲν τούτων ὥνησεν αὐτόν· μᾶλλον γὰρ ἐπετείνετο τὸ κακὸν, συνεπιλαβομένης καὶ νόσοω όδρωπικῆς. Κατὰ τοῦτον τὸν χρόνον καὶ σεισμοί γεγόνασι συνεχεῖς καὶ ὄμβρων ἐπίκλυσις σφοδρά. Ἐπακράτησε δὲ καὶ ἔν τισι τῶν θεμάτων τὸ τῆς κυνάγχης νόσημα, ὡς ἀδυνατεῖν τοὺς ζῶντας ἐκφέρειν τοὺς τεθνεῶτας.

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
