# Compendium Historiarum 2.134

Georgius Cedrenus, Compendium Historiarum, 2.134. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.134
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.134

μηδένα προπηδᾶν ἑῶντος τῆς τάφρου, ἀλλὰ δόκμσιν δειλίας παρεσχηκότος, καταφρονήσαντες οἱ Σαρακηνοὶ ἀδεῶς τε ἐσκεδάννὺντο καὶ νύκτωρ καὶ μεθ´ ἡμέραν ἐν πότοις καὶ αὐλοῖς καὶ κυμβάλοις ἧσαν, ὡς τάχα τῆς πόλεως ἐς τὴν αὔριον μελλούσης ἀλῶσεσθαι. Ἡμέρᾳ δὲ τετάρτῃ, καθ´ ἢν εἰώθαμεν ἐκταλεῖν τὴν Πεντηκοστὴν, κατανοήσας ὁ Κεκαυμένος τὴν ἀμέλειαν καὶ ῥᾳθυμίαν τῶν Σαρακηνῶν, καὶ ἄτι ἐν πολλῇ ἀμεριμνίᾳ διάγουσιν οὐδένα λόγον τῶν ἐντὸς τοῦ τείχους ποιούμενοι, τὸν ἑαυτοῦ παραθαῤῥόνας λαὸν καὶ τὴν ἀναίμακτον τοῖς ἱερεῦσιν ἐπιτελέσαι κελεύσας θυσίαν, καὶ τῶν θείων ἄμα πᾶσι μετεσχηκὼς μυστηρίων, περὶ ραν ἀρίστου τὰς τῆς πόλεως πύλας ἀναπετάσας προσρήγνυται μετὰ μεγίστης ῥύμης τοῖς ἐναντίοις μεθύουσι καὶ καρηβαροῦσιν, αὐτὸς πρῶτος μετὰ τῶν σὺν αὐτῷ ἐπὶ τὴν σκηνὴν ἐξιππασάμενος Ἀπολάφαρ τοῦ τῆς νήσου ἄρχοντος. Καὶ οὗτος μὲν εὐθὺς ἀναιρεῖται, ἀκροσφαλῆς ὄπὸ μέθης ὑπάρχων, διαῤῥήγνυται δὲ καὶ ἡ αὐτοῦ σκηνή· ἴπιπτον δὲ καὶ οἱ ἄλλοι τῶν Σαρακηνῶν κατὰ τὰς σωρείας ὑπὸ μέθης σφαλλόμενοι, καὶ τῷ ἀπροσδοκήτῳ τῆς ἐπιθέσεως μηδ´ ὅλως πρὸς ἀλκὴν ἀποβλέψαι ἱσχόσαντες. ΓΤίνεται οὖν τροπὴ ὅλου τοῦ στρατοπέδου, τῶν Σαρακηνῶν ὑπ´ ἀλλήλων σομπατουμένων καὶ ἀναρουμένων, ὡς πληρωθῆναι νεκρῶν τὸ πεδίον καὶ τὰς ἔγγιστα φάγαγγας καὶ τοὺς ποταμοὺς, ὡς ἐκ τοσούτων μυριά δων ὀλίγους πάνυ ἐν Πανόρμῳ διασωθῆναι. Ἐλήφθη δὲ καὶ τὸ στρατόπεδον ἀπαν, χρυσοῦ καὶ ἀργύρου καὶ μαργάρων γένον καὶ πολυτελῶν λίθων, οὓς, ὡς λέγεται, μεδίμνοις οἱ στρατιῶται διεμοιράσαντο. Καὶ οὔτω μὲν ἡ πᾶσα Σικελία δ´ ὀλίγου χειρωθεῖσα παρὰ τοῦ Μανιάκη, ἐν βραχεῖ χρόνῳ ἀμελείᾳ καὶ κπκότητι στρατηγῶν γίγονε πάλιν ὑπὸ Σαρακηνοὺς, μόνης τῆς Μεσήνης πιριλειφθείσης καθ´ ὃν τρόπον εἰρήκαμεν, τοῦ Στεφάνου καὶ τοῦ Πεδιαδίτου φυγόντων ἐν Δογγιβαρδίᾳ. Καὶ τὰ μὲν ἐν Σικελία ἐφέρετο ταύτῃ. Ὁ δὲ βασιλεὺς Μιχαήλ τῇ Θεσσαλονίκῃ ὡς τὰ πολλὰ διέτριβε, προσλιπαρῶν τῷ τάφῳ τοῦ καλλινίκου μάρτυρος Δημητρίου κάὶ ἀπαλλαγὴν εὐρέσθαι τῆς νόσου γλιχόμενος. Καὶ ἥπτετο μὲν τῶν πραγμάτων οὐδ´ ὁπωστιοῦν. ὅτι μὴ πᾶσα ἀνάγκη, ἐφέρετο δὲ ἡ διοίκησις καὶ τῶν κοινῶν μεταχείρισις, ὑπὸ Ἰωάννου· καὶ οὐδὲν εἶδος βέβηλον καὶ παράνομον ἐπινοίας παρεβείσθη ὃ μὴ ἐξεῦρεν εἰς συντριμμὸν καὶ κάκωσιν τῶν ὑπὸ χεῖρα. Καταλέγειν δὲ ἔκαστον τούτων ἄθλος Ἡράκλειος. Καὶ διέκειντο πάντες ἄνθρωποι ὑπὸ τῆς βαρείας ταύτης τυραννίδος ἀγόμενοι ἐπὶ πολὺ θεοκλυτοῦντες καὶ ἀπαλλαγὴν ἐξαιτούμενοι. Ἔσειε δὲ καὶ συνεχῶς ὁ Θεὸς, καὶ δείματα καὶ φόβητρα κατεῖχε τὴν οἰκουμένην, ἐν οὐρανῷ κομητῶν ἐπιτολαὶ, ἐν ἀἱρι ἄνεμοι καὶ ὅμβροι ῥαγδαϊοι, ἐν γῇ δὲ βρασμοὶ καὶ κλόνοι Ταῦτα δὲ προεμήνυον, οἷμαι, τὴν μέλλουσαν ὅσον οὐδέπω γενέσθαι καταστροφὴν τῶν τυράννων, [ Μαῳ δὲ μηνὶ τοῦ ϛφμη ἔτους, ἰνδικτιῶνος η, ἡ ἀδιλφῆ τοῦ βασιλέως Μαρία, μήτηρ δὲ τοῦ Καίσαρος, ἄπεισιν ἐν Ἐφέσῳ εἰς προσκόνησιν τοῦ ἡγαπημένου. Καὶ ἐν τῷ διιέναι πολλὰ τῶν παραλόγως πραττομένων μαθοῦσα, ὀποστρέψασα εἰς τὸ βυζάντιον ἀπήγγειλε πάντα τῷ ἀδελφῷ Ἰωάννῃ, καὶ παρεκάλει ἀναστολήν τινα γενέσθαι τῆς πονηρίας· ὁ δὲ μετὰ γέλωτος αὐτὴν ἀπεπέμψατο, γτναικεῖα φρονεῖν εἰπῶν, καὶ ἀγνοιῖν ὅσων ἡ πολιτεία δεῖται Ῥωμαίων,

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
