# Compendium Historiarum 2.135

Georgius Cedrenus, Compendium Historiarum, 2.135. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.135
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.135

Ἐν φεσσαλονίκῃ δὲ, ὡς εἴπομεν, τῷ βασιλεῖ διατριβοντι χρυσίου ὁ Ἰωάννης ἔπεμψε καντηνάρια δέκα, ἄπὸ στροβίλων δὲ πνευμάτων ἀρπασθὲν τὸ πλοῖον τοῖς Ἰλλορικοῖς προσεῥῥάγη αἰγιαλοῖς και σονετρίβη· τὸ δὲ χρυσίον ἀφείλετο Στέφανος ὁ καὶ Βοῖσθλάβος, ἀ τῶν Σέρβων ἄρχων, πρὸ μικροῦ τῆς πόλεως ἀποδρὰς καὶ τὸν τόπον τῶν Σέρβων κατεσχηκώς, Θεόφιλον ἐκεῖθεν τὸν Ἐρωτικόν ἀπελάσας. Ὁ δʹ Ἰωάννης ὡνιον προτιθέμενος τὰς ἀρχὰς, καὶ πᾶσι χαλινὸν ἐνδιδοὺς ἀδικίας, μορίων συμφορῶν ἐνέπλησε τὴν οἰκουμένην, ἀδεῶς τῶν κριτῶν φορολογούντων τοὺς ἐγχωρίους, καὶ μηδενὸς ἐπιστροφὴν ὅλως τιθεμένου τῶν γινομένων Ὁ δὲ βασιλεὺς ἐν Θεσσαλονίκῃ μαθὼν τὴν τοῦ χρυσίου ἀπώλειαν, γράφει τῷ Στεφάνῳ ἐκπέμψαι πρὸς αὐτὸν τὸ ἴδιον καὶ μὴ θελῆσαι αὐθαίρετον ἀνελέσθαι πόλεμον. Τοῦ δὲ μηδεμίαν ποιησαμένου ἐπιστροφὴν, στρατὸν ὁ βασιλεὺς ἐκπέμπει κατ´ αὐτοῦ, ἄρχοντα ἐκτομίαν Γεώργιον ἔχοντα τὸν ροβατᾶν. Ὁ δὲ τὸν τόπον καταλαβών, καὶ δυσχωρίαις καὶ φάραγξι καὶ δυσβάτοοις ἀπερισκέπτως ἐμπεσών τόποις, τό τε στράτευμα ὄλον ἀπώλεσκαὶ αὐτὸς δυσχερῶς διεσώθη. Τούτῳ τῷ ἔτει καὶ ἡ ἀποστασία γέγονε Βουλγαρίας τοῦτων τὸν ποόπον· Πέτοος τις Βούλγαρος, Δελεάνος τὴν προσηγορίαν, δοῦλος Βυζαντίου τινὸς ἀνδρός, ἀποδρὰς ἐκ τῆς πόλεως ἐπλανῶτο ἐν Βουλγαρίᾳ, καὶ κατήντησεν ἀχρι Μωράβου καὶ Βελεγράδωνρούρια Δὲ ταῦτα τῆς Παννονίας κατὰ τὴν περαίαν τοῦ Ἱστρου διακείμενα καὶ γειτονοῦντα τῷ κράλῃ Τουρκίας. καὶ οἰὸν ἑαυτὸν ἐφήμιζε Ῥωμανοῦ τοῦ οἱοῦ τοῦ Σαμουὴλ, καὶ τὸ γένος ἀνέσειε τῶν Βουλγάρων, πρὸ ὀλίγου τὸν τράχηλον ὑποβαλὸν τῇ δουλείᾳ καὶ λίαν ὀριγνώμενον ἐλευθερίας. Διὸ καὶ πιστεύσαντες τοῖς παρ´ αὐτοῦ λεγομένοις Βασιλέα τε αὐτὸν ἀναγορεύουσι μαυλγαρίας, καὶ ἄραντες ἐκεῖθεν διά τε Ναισσοῦ καὶ τῶν Σκουπίων, τῆς μητροπόλεως Βουλγαρίας, Ἰεντο ἀνακηρύττοντες καὶ ἀνευφημοῦντες τοῦτον, καὶ πάντα τὸν παρευρεθέντα Ῥωμαῖον ἀνηλεῶς καὶ ἀπανθρώπως ἀναιροῦντες. Ὃπερ μαθὼν Βασίλειος ὁ Συναδηνὸς, στρατηγὸς Δυῥῥαχίου τυγχάνιυν, ἄρας τὰς ἐγχωρίους δυνάμεις ἔσπευδεν ἀπαντῆσαι τῳ Δελεάνῳ πρὶν ἢ ἐπὶ μέγα ἀρθῆναι τὸ κακὸν καὶ πυρκαϊὰν ἀναφθῆναι. Γενόμενος δὲ κατὰ τὴν λεγομένην Δέρβην, καὶ προσκρούσας κατά τι μετά τινος τῶν ὑποστρατήγων Μιχαὴλ τοῦ Δερμοκαίτου, [ διαβάλλεται ἐς βασιλέα ὡς μελετῶν τυραννίδα. Καὶ ὁ μὲν εὐθὺς παραλύεται τὴς ἀρχῆς καὶ ἓν Θεσσαλονίκῃ ἀχθεὶς ἐν φυλακῇ Βάλλεται, στρατηγεῖν δʹ ἀντ´ αὐτοῦ προχειρίζεται ὁ Δερμοκαὶτης, ὅς ἀπείρως καὶ φαύλως διοικῶν τὴν ἀρχὴν ἐν βραχεῖ χρόνῳ τὰ πάντα ἀνέτρεψε. Πλεονεκτοὺμενοι γὰρ οἱ ὁπ´ αὐτὸν καὶ ἀδικούμενοι, καὶ τοὺς ἑαυτῶς ἵππους καὶ τὰ ἄρματα ἀφαιρούμενοι καὶ ἄλλο πᾶν Ὃπερ ἦν αὐτοῖς ἀξιον λόγου, κατεξανίστανται τοῦ στρατηγοῦ. Ἀλλ´ ὁ μὸν, ὡς ᾤσοιτο ἐπιβουλευόμενος, νυκτὸς

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
