# Compendium Historiarum 2.141

Georgius Cedrenus, Compendium Historiarum, 2.141. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.141
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.141

πλυνόμενος καὶ λίθοις κάτωνεν καὶ τόξοις βαλλόμενος. Καὶ λοιπὸν ἀπογνοὺς ἐγνώκει εἶς τὸ μοναστήριον ἀπελθεῖν τῶν Στουδίου καὶ ἀποκείρασθαι. Ἀλλ´ οὐκ ἀφῆκεν αὐτὸν ὁ δομέστικος τῶν σχολῶν, αἶπών μὴ οὕτω ῥᾳδίως καταλιπεῖν τῆν ἀρχήν καὶ ἀποχωρῆσαι, ἀλλὰ γενναίως ἀντιστῆναι καὶ ἣ πάντως ὑπερισχῶσαι ἡ μεγαλοψύχως καὶ βασιλικῶς ὡς πράπον ἐστὶν ἀποθανεῖν βασιλέα. Ταύτης δὲ τῆς γνώμης ἐπικρατησάσης, τοὺς ἐν τῶ παλατίῳ πάντας, ὡς ὁ καιρὸς ἐδίδου καθοπλίσας αὐτὸς, καὶ ὁ νωβελίσαιιμος δὲ πάντά τὸν ἑαυτοῦ λαὸν ἀπὸ τοῦ ἰδίου οἴκου μεταπεμψάμενος ἔνοπλοντυχε δὲ ἐκ Σικελίας ἄρτι ἐλθὼν καὶ ὁ στρατηγὸς Κατακαλὼν ὁ Κεκαυμένος, τὰ ἐκ Μεσήνης εὐαγγέλια κομίσας γενναίως ἀντείχετο τῶν πραγμάτων. Τοῦ δὲ δήμου τριχῆ διαιρεθέντος, καὶ μέρους μὲν ἐν τῷ ἱππικῷ προσβαλόντος, ἐτέρου δὲ κατὰ τὰ ἐξκούβιτα, τοῦ δὲ λοιποῦ κατὰ τὸ τζυκανιστήριον, καὶ οἱ περὶ τὸν βασιλέα εἰς τρία τὴν ἑαυτῶν διελόντες δύναμιν ἠμύνοντο κραταιῶς. Καὶ γίνεται φόνος πολὺς τῶν πολιτῶν οἷα γυμνῶν καὶ ἀόπλων πρὸς ἐνόπλους ἀγωνιζομένων μετὰ ξύλων καὶ λίθων καὶ τῶν παρατυχόντων εἶδῶνφασὶ γὰρ ὡς ἀπώλοντο κατὰ ταύτην τὴν ἡμέραν δὲ ἡ τρίτη τοῦ ἀντίπασχα ἄνδρες ἀμφὶ τὰς τρεῖς χλάδας. Τέλος ἴσχυσαν οἱ πολῖται τῷ πλήθει ὁπερτεροῦντες ἐπικρατίστεροι τῶν τοῦ βασιλέως νενίσθαι. Καὶ διαῤῥήξαντες [. Τ τὰς πόλας τοῦ παλατίου καὶ εἴσω γενόμενοι τό τε ἐναποκείμενον ἐν τῷ Σέκτῳ διαρπάζουσι χρουσίον καὶ τὰ λοιπὰ εἴδη, διαῤῥήσσουσι δὲ καὶ τὰς δημοσίας ἀπογραφὰς, μετὰ τοῦ νωβελισσίμου καί τινων οἶκειοτάτων αὐτῷ, καταλιπών ἐν τῷ παλατίῳ τὴν Ζωήν, ψχετο φυγὰς εἶς τὴν μονὴν τῶν Στουδίου τῆ τετράδι πρωίας, καὶ εὐθὺς ἡμφιάσατο τὸ τῶν μοναχῶν σχῆμα συνάμα τῷ θείῳ αὐτοῦ. Καὶ ὁ μὲν πόλεμος, ἀρέάμενος ἀπὸ δευτέρας ὥρας τῆς δευτέρας ἡμέρας τοῦ Ἀντίπασχα, ἔληξε νυκτὸς τῆς τρίτης ἡμέρας· ἡ δὲ Ζωή πάλιν ἐνκρατής γενομένη τῆς βασιλείας ἐβούλετο μὲν τὴν αὐτῆς ἀδελφὴν Θεοδώραν παρώσασοαι, ἐκυλύθη δὲ παρὰ τοῦ πλήθους συμβασιλεύειν αὐτῇ καὶ ταύτην αἰτησαμένου. Ἑρχεται οὖν καὶ ἡ Θεοδώρα ἀπὸ τῆς Μεγάλης ἐξελθοῦσα Ἐκκλησίας εἰς τὸ παλάτιον, Συυαθροισθείσης δὲ καὶ τῆς συγκλήτου, δημηγορήσασαν ἡ Ζωὴ πρότερον μὲν πρὸς τὴν σύγαλητον, εἶτα καὶ ἔκ τινος περ ὧπῆς πρὸς τὸ πλῆθος, αὐτοῖς μὲν εὐχαριστίας, ὡς εἰκὸς, ἀπέδοτο καὶ εὐχας τῆς εἰς αὐτὴν εὐνοίας, τὴν περὶ τοῦ βασιλέως δὲ γνώμην ἐξήτει, τί δεῖ γενέσθαι αὐτόν. Καὶ πάντες ὁμοφώνως ἀνέκραγον· αΑῖρε τὸν παλαμναῖον, ποίησον ἐκ μέσου τὸν ἀλιτήριον· ἀνασκολοπισθκτω σταιλ. ρωθήτω, τυφλωθήτω. Ἡ δὲ ὥκνει πρὸς τὴν τι μωρίαν καὶ συμπαθὴς τῷ δυστυχοῦντι ἐγίνετο Ἀλλ´ ἡ Θεοδώρα ὁργῆς ὑποπλησθεῖσα καὶ παῤῥησίας τῷ νεωστὶ προβληθέντι ἐπάρχῳ ῆν δὲ ὁ Καμπανάρης κελεύει μετὰ σπουδῆς ἀπελθεῖν καὶ ἐέορύξαι αὐτοῦ τε καὶ τοῦ θείου αὐτοῦ ὀφθαλμούς· ὓε ἐξελθὼν συνεπομένου αὐτῷ καὶ τοῦ δήμου παντὸς

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
