# Compendium Historiarum 2.145

Georgius Cedrenus, Compendium Historiarum, 2.145. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.145
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.145

καὶ συμβαλών αὐτοῖς ἐν Εάνναις περὶ τὸν Ἀμφιδον ποταμόν, ὅνθα καὶ κατὰ τοὺς πάλαι χρόνους Ἀννίβας τὰς πολλὰς τῶν Ῥωμαϊκῶν στρατευμάτων κατάκοψε μυριάδας, ἡττήθη καὶ τὸ πλέον ἀπέβαλε. τῆς στρατιᾶς, αἰσχίστως καὶ αὐτὸν ἐν Κάνναις διασωθείς. Οὕτω δὲ πληγεὶς οὐδὲ μετὰ τὴν πληγὴν, κατὰ τὸν ἐν παροιμίαις ἀλιέα, νοῦν ἔσχεν, οὐδ´ ὀχυρώσας ἐαυτὸν πάσῃ τῆς στρατιᾷ προσέβαλε τοῖς ἐχθροῖς, ἀλλ´ ὑπὸ θράσους. ὡς ἔοικε, στρατηγούμενος αὐτούς, τε τοὺς ἡττηθέντας πάλιν ἀναλαβὼν καὶ Πισαίδας καὶ Λυκάονας, οἵπερ ἀναπληροῦσι τὸ τάγμα τῶν φοιδεράτων, περὶ τὰς λεγομένας ὥρας προσρήγνυται τοῖς ἐχθροῖς καὶ τοέπεται αὖθις κατὰ κράτος, προσεταιρισαμένων τῶν Φράγγων καὶ ἄλλο πλῆθος [ β] οὐκ ὀλίγον ἀπὸ τῶν Ἰταλῶν τῶν περὶ τὸν Πάδον τὸν ποταμόν καὶ τὰς ὑπωρείας οἰκούντων τῶν Ἄλπεων. Τοῦτο δὲ πυθόμενος ὁ βασιλεὺς Μιχαήλ, τοῦτον μὲν μετέστησε τῆς ἀρχῆς, ἔπεμψε δὲ τὸν Βοιωάννην, δοκοῦντα πρακτικὸν ἀνδρα εἶναι καὶ ἐν πολέμοις εὐδόκιμον, καὶ εἰς ἐκεῖνον ἀναφέροντα τὴν τοῦ γένους ἀναφορὰν τὸν ἐπὶ Μασιλείου τοῦ βασιλέως ἐν Ἰταλίᾳ πεμφθέντα Βοῖωάννην, ὅς πάσαν τὴν Ἰταλίαν μέχρι Ῥώμης τότε τῷ βασιλεῖ παρεστήσατο. Ἃλλὰ καὶ οὖτος ἀπελθὼν κατὰ χώραν καὶ νεαλῆ καὶ ἀκμαίαν δύναμιν μὴ λαβών, ἀλλ´ ἀναγκασθεὶς μετὰ τῶν προηττομένων συμβαλεῖν τοῖς ἐχθροῖς κατὰ τὴν λονόπολιν ἤδη κραταιωθεῖσι καὶ τῆς χώρας ὡς ἰδίας ἀντεχομένοις, ἡττηθεὶς ἑάλω, καὶ ὁ σὺν αὐτῷ στρατὸς, ὅσοι μὴ σιδήρου γεγόνασι παρανάλωμα, ἀλλος ἀλλαχοῦ δικσκεδάσθησαν, διασωθέντες ἐν τοῖς ὅτι τὰ Ῥωμαίων φρονοῦσι φρουρίοις. Καὶ λοιπὸν οἱ Φράγγοι τῆς Ἰταλίας ὡς δορυκτήτου ἀντοποιοῦντο κτήματος, τῶν ἐγχωρίων ὥν μὲν ἐκουσίως, ὥν δὲ βίᾳκαὶ ἀνάγκῃ προσχωρούντων αὐτοῖς, πλὴν Βρεντησίου καὶ Ἰδροῦντος καὶ Τάραντός τε καὶ Βάρεως· αὖται γὰρ αἱ τίσσαρες πόλεις παρέμειναν πίστιν Ῥωμαίοις φυλάττουσαι. Μιχαὴλ δὲ τοῦ βασιλέως ἀποθανόντος καὶ τοῦ μετ´ αὐτὸν ἐξωσοέντος τῆς βασιλείας, ὁ λανιάκης, ὡς ἀνωθεν ἐῤῥέθη, παμφθελς εἰς Ἰταλίαν παρὰ τῆς Χωῆς, εἰ καὶ μὴ δύναμιν ἀιόχρεων εἶχεν, ὅμως μετὰ τῆς παρούσης στρατηγικαῖς μηχαναῖς χρησάμενος ἐκδιῶξαι ἵσχυσς τοὺς Φράγγους τῆς Ἰταλίας περὶ Καπύην καὶ Βενεβενδὸν καὶ Λεάπολιν, καὶ μετρίαν κατάστασιν καὶ γαλήνην παρέσχε τοῖς πράγμασι. Οὖτος ὁ Μανιάκης κατὰ τὸ θέμα τῶν Ἀνατολικῶν τὰς οἰκήσεις ἔχων καὶ Ῥωμανῷ τῶ Σκληρῷ γειτονῶν, διαφερόμενος πρὸς αὑτὸν κολλάκις ἐπεχείρησεν ἀνελεῖν τοῦτον, εἰ μὴ φυγῇ τὴν ἑαυτοῦ ἐπορίσατο σωτηρίαν. Ἐπεὶ δὲ τὰ Ῥωμαίων σκῆπτρα ἐς Κωνσταντῖνον ἦλθε τὸν Μονομάχον καὶ ὁ Σκληρὸς ἐπὶ μέγα τύχης ἧρτοπαλλακεύττο γὰς τῶ νέους μάχῳ ἡ τοῦ Σκληροῦ ἀδελφή μάγιστρος τιμηθεὶς καὶ πρωτοστράτωρ, τῶν εἰς αὐτὸν μεμνημένος τοῦ Τεωργίου καταδρομῶν, καταχρώμενος τῇ ἐξουσίᾳ καὶ τὴν ἀπουσίαν κατατρέχων τοῦ Μανιάκη, τά τε

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
