# Compendium Historiarum 2.147

Georgius Cedrenus, Compendium Historiarum, 2.147. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.147
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.147

χης, καὶ ἀνάγοται εἰς τὸν αὐτοῦ θρόνον Μιχαὴλ ὁ Κηρουλάριος, κατὰ τὴν ἡμέραν τοῦ Εὐαγγελισμοῦ, μοναχοὺς ὢν ἐξ οὗπερ ὁ ὀρφανοτρόφος αὐτὸν διὰ τὴν ἐπιβουλὴν ἐξώρισε. Προσαγγέλλεται δὲ τῷ βασιλεῖ καὶ κουσίον ἀποτεθησαυρισμένον ἐν τῇ τοῦ Ἀλεξίου μονῆ, ναὶ πέμψας ἀναλαμβάνεται τοῦτο, εἰς κεντηνάρια ποσούμενον κεʹ. Μαίου δὲ δευτίρας, τῆς αὐτῆς ἰνδικτιῶνος, ἐκτυφλοῦται καὶ ὁ ὀρφανοτρόφος ἐν τῷ λεγομένῳ χωρίῳ τῶν Μαρυκάτου, ὡς μέν τινές, φασιν, ὕπὸ Θεοδώρας, ἄκοντος τοῦ βασιλέως ὡς δὲ ὁὶ τῶν πολλῶν κρατεῖ λόγος, παρ´ αὐτοῦ τούτου ἐγκοτῶντος αὐτῷ διὰ τὰς ὑπερορίας, καὶ τῇ ιγʹ τοῦ αὐτοῦ μηνὸς ἀποθνήσκει. Ἰουλίῳ δὲ μηνὶ τῆς αὐτῆς ἰνδικτιῶνος κατηγορήθη καὶ Στέφανος ὁ Σεβαστοφόρος ὡς ἐπιβουλεύων τῷ βασιλεῖ καὶ βασιλέα βουλόμενος ποιῆσαι Λέοντα πατρίκιον καὶ στρατηγὸν Μελιτηνῆς, τὸν υἱὸν τοῦ Λαμπροῦ· καὶ ὁ μὲν Στφανος τῶν ὑπαρχόντων γυμνωθεὶς καὶ μοναχὸς ἀποκαρεῖς ἐξωρίσθη· ὁ δὲ Λαμπρὸς, ἀπηνῶς ἐτασθεὶς καὶ τὰς ὄψεις πηρωθεὶς καὶ διὰ τῆς ἀγοράς πομπωθεὶς, μετὰ μικρὸν ἀπέθανεν Ἐγένετο δὲ καὶ κατὰ τὸν Ἰούνιον μῆνα τῆς αὐτῆς ἐπινεμήσεως ναὶ ἡ τοῦ ἔθνους τῶν Ῥὼς κίνησις κατὰ τῆς βασιλίδος. Οὗτοι γὰρ κοινοπραγοῦντες μέχρι τοῦδε Ῥωμαίοις καὶ εἶρηνεύοντες μετ´ αὐτῶν, ἀδεῶς τε ἀλλήλοις ἐπεμίγνυντο καὶ ἐμπόρους ἐς ἀλλήλους ἔπεμπον. Κατὰ δὲ τοῦτον τὸν χρόνον φιλονεικίας γενομένης ἐν Βυζαντίῳ μετά τινῶν ἐμπόρων Σκυθῶν, συμπληγάδος τε ἐξ αὐτοῦ ἐπακολουθησάσης καί τινος Σκύθου φονευθέντος ἐπιφανοῦς, ὁ τότε κατάρχων τοῦ γένοτς τούτων Βλαδιμηρὸς, ἀνὴρ ὁρμητίας καὶ τὰ πολλὰ τῷ θυμῷ χαριζόμενος, πυθόμενος τὸ συμβὰν καὶ δεινοπαθήσας καὶ μὴ δοὺς ἀναβολὴν ἢ καιρὸν τῷ κινήματι, τῶν ὑπ´ αὐτὸν ἀγείρας βσον μάχιμον, προσεταιρισάμενος δὲ καὶ συμμαχικὸν οὐκ ὀλίγον ἀπὸ τῶν κατοικούντων ἐν ταῖς προσαρκτίοις τοῦ Ὡκεανοῦ νήσοις ἐθνῶν, καὶ πλῆθος ἀθροίσας, ὥς φασι. περὶ τὰς ἑκατὸν χιλιάδας, καὶ πλοίοις ἐγχωρίοις τοῖς λεγομένοις μονοέύλοις ἐμβαλών κατὰ τῆς πόλεως ἐξορμᾷ. Τοῦτο μαθὼν ὁ βασιλεὺς πέμπει μὲν πρεσβευτὰς, ἐξαιτῶν καταθέσθαι τὰ ὅπλα καὶ ὑπισχνούμενος ἐξιάσασθαι εἶ τι δὴ καὶ γέγονεν ἄτοπον, καὶ μὴ διὰ μικρὸν ἐθελῆσαι πρᾶγμα τὴν ἐκ μακροῦ παγιωθεῖσαν διαλῦσαι εἰρήνην καὶ τὰ ἔθνη κατ´ ἀλλήλων ἀνάψαι· ἐπεὶ δὲ δεξάμενος αὐτὸς τὰ γράμματα τούς τε πρέσβεις ἀτίμως ἐδίωξε καὶ ὑπερηφάνους καὶ σοβαρὰς ἀπέδωκεν ἀπολογίας, ἀπεγνωκώς ὁ βασιλεὺς τὴν εἰρήνην καὶ αὰτὰς ὡς ἐνῆν ἀντιπαρετάττετο. [. Τ] Καὶ τοὺς μὲν ἐνδημοῦντας τῆ βασιλίδι ἐμπόρους τῶν Σκυθῶν, ἴτι δὲ καὶ τοὺς κατὰ συμμαχίαν παρόντας διασκορπίσας ἐν τοῖς θέμασι, καὶ ἀσφαλισάμενος ἵνα μὴ καὶ ἀπὸ τῶν ἕνδον ἐπιβουλή τις ἀνεγερθῇ, ὡς ὁ καιρὸς ἐδίδου καὶ τὸ τοῦ ἔργου ὀξύῤῥοπον, τάς τε βασιλικὰς ἐξαρτύσας τριήρεις καὶ ἄλλας οὐκ ὀλίγας ἀπὸ τῶν εὐσταλῶν καὶ κούφων, καὶ λαοῦ πληρώσας ἀπλ τῶν παρατυχόντων ἐν Βυζαντίῳ τότε στρατιωτῶν, καὶ αὐτῆς οὖτος τῷ βασιλικῷ ἐπιβὰς δρόμωνι ἕξεισι καὶ τοῖς Σκύθαις ἄπαντιάζει κατὰ τὸ τοῦ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
