# Compendium Historiarum 2.148

Georgius Cedrenus, Compendium Historiarum, 2.148. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.148
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.148

Πόντου στόμα ἐν τῷ λεγομένῳ ναυλοχοῦσι Φάρῳ, παρεπομένην ἔχων διὰ τῆς ξηρᾶς καὶ ἱππικὴν στρατιὰν οὐκ ὀλίγην. Ὡπεὶ δὲ ἀντιμέτωποι ἔστησαν αἱ δυνάμεις, ἔργου μὲν οὐδέτερον μέρος ἥπτετο· οἶ τε γὰρ Σκύθαι ἐπὶ τοῦ λιμένος ἔνθα προσώρμουν ἑστῶτες ἡσυχίαν ἧ γον, καὶ ὁ βασιλεὺς τὴν ἐκείνων προσμένων κίνησιν ἐκαρτίρει. Ἐπεὶ δὲ ὁ καιρὸς ἐτρίβετο καὶ ἡ ὤρα ἦν πρὸς ὁψὲ, πρέσβεις ὁ βασιλεὺς πάλιν ἐκπέμπει περὶ εἰρήνης, καὶ πάλιν ἀτίμως ἀποπέμπει τούτους ὁ βάρβαρος, μηνύσας εἶ βούλεται τῷ βασιλεῖ καταθέσθαι τὰ ὅπλα, δοῦναι παντὶ τῷ ἐπομένῳ αὐτῷ στρατῷ ἀνὰ χρυσίου λίτρας τρεῖς. Ἀμηχάνου δὲ φανείσης τῆς ἀποκρίσεως ἔγνω δεῖν ἔργου ἔχεσθαι, ὅς δ´ ἐκεῖνοι ἀτρέμας εἶχον, μεταστειλάμενος ὁ βασιλεὺς τὸν μάγιστρον Βασίλειον τὸν Θεοδωροκάνον τρεῖς εἰληφέναι προστάττει τριήρεις δρομάδας καὶ ἀπελθεῖν καὶ ἀποπειράσασθαι τῶν Σκυθῶν, εἴπερ δυνηθείη ἀκροβολιζόμενος πρὸς πόλεμον αὐτοὺς σπισπάσασθαι. Ὁ δὲ τὰς τριήρεις εἰληφὼς καὶ πρὸς τοὺς Σκύθας γενόμενος οὐ δι´ ἀκροβολισμοῦ τῆς αὐτῶν ἀπεπειρᾶτο γνώμης, ἀλλ´ εἰς μέσους ἑαυτὸν ὡθήσας ἐπτὰ μὲν σκάφη τῷ σκευαστῷ καταφλέγει πυρὶ, τρία δὲ αὐτανδρα καταποντίζει. Χειροῦται δὲ καὶ ἕν αὐτὸς εἰσπηδήσας εἰς αὐτὸ,, καὶ τῶν ἔνδον οὕς μὲν ἀποσφάξας, οὓς δὲ καὶ τροπωσάμανος, τὴν τόλμην καταπλαγέντας αὐτοῦ. Οἱ δὲ Σκύθαι, καὶ τὸν βασιλέα ἤδη ὁρῶντες ἐρχόμενον σύν παντὶ τῷ στόλῳ, καὶ λογισάμενοι, ὅπερ ἦν εἰκὸς, αἱ τοιαῦτα πεπόνθασι τρισὶ τριήρεσιν ἀντιστάντες πολεμούσαις, τί ἄν πάθοιεν βιαζόμενοι παντὶ τῷ στόλῳ συμπλέκεσθαι, ἀπέβλεψαν πρὸς φυγὴν, καὶ εἴς τόπον ἀποῤῥιφέντες σκοπελους ἔχοντα καὶ πέτρας ὑφάλους τὰ πλείω τῶν σκαφῶν ἀπεβάλοντο, ἐπιτιθεμένων τούτοις ἀπὸ τῆς ξηρᾶς καὶ τῶν παραπορευομένων στρατιωτῶν καὶ ἀπολλύντων αὐτούς, ώς εὑρεθῆναι μετὰ ταῦτα νεκροὺς ἐῤῥιμμένους ἐν τοῖς αἰγιαλοῖς ἀμφὶ τὰς ιεʹ χιλιάδας. Ὁ μὲν οὖν βασιλεὺς μετὰ τὴν τῶν Σκυθῶν ἦτταν ἐφ´ ὅλας δύο προσμείνας ἡμέρας, κατὰ τὴν τρίτην ὑπέστρεψεν εἰς τὴν βασιλίδα, δύο τάγματα καταλιπὼν καὶ τὰς λεγομένας ἐταιρείας, ὅφ´ ἡγεμόνι ταττόμενα Νικολάῳ τῷ παρακοιμωμένῳ [ Τθυ καὶ Βασιλείῳ μαγίστρῳ τῷ Θεοδωροκάνῳ, ἐφ´ ᾧ τοὺς αἰγιαλοὺς ἐπισκοπεῖν καὶ παρατρέχειν καὶ φυλάττεσθαι, μή τις ἀκόβασις γένηται τῶν Βαρβάρων, τὸν δὲ πάντα στόλον κατὰ τὸν Φάρον προσμίνειν κελεύσας. Καὶ ὁ μὲν βασιλεὺς ταῦτα διαπραξάμενος εἰσῆλθεν εἰς τὸ Βοζάντιον, οἱ περὶ τὸν παρακοιμώμανον δὲ καὶ τὸν θεοδωροκάνον τοὺς αἰγιαλοὺς περιιόντες, ὅνθα μετὰ τὸν τροπὴν ἐξεβράσοη τὰ σώματα τῶν Βαρβάρων, πολλῆς λείας καὶ σκύλων ἐγένοντο κύριοι. Καὶ τριήρεις δὰ τέσσαρας ἐπὶ εἴκοσι τοῦ λοιποῦ διαιρεθεῖσαι στόλου σποντο φεύγουσι τοῖς Βαρβάροις· ν τινι δὲ κόλπῳ ναυλοχούντων αὐτῶν παρῆλθον αὖται λώκουσαι. Καὶ γνόντες οἱ Σκύθαι τὴν ὀλιγότητα, καὶ ἀριβῶς καταλαβόντες ὡς οὐ πλείους τῶν φαινομένων εἰσὶν, ὁπερκερώσεις ποιησάμενοι ἀπὸ τοῦ ἵνοεν κάκαῖθεν ἀκρωτηρίου καὶ συντόνῳ τῇ ερεσίᾳ χρώμενοι ἱσπευδον ἐγκολπώσασοαι τοὺς ἐναντίους. Οἱ δὲ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
