# Compendium Historiarum 2.149.1-7

Georgius Cedrenus, Compendium Historiarum, 2.149.1 to 2.149.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.149.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.149.1

Ῥωμαῖοι ἐκ τῆς προτέρας κωπηλασίας καὶ τοῦ διωγμοῦ κατάκοποι ὄντες, καὶ πρὸς τὸ πλῆθος τῶν βαρβαρικῶν σκαφῶν ἀποδειλιάσαντες, ἕκλιναν πρὸς φυγήν. Ἐπεὶ δὲ ἔφθασαν τὰ τῶν Βαρβάρων σκάφη στεφανώσαντα τὸ στόμα κατασχεῖν τοῦ κόλπου καὶ ἄπορος ἣν ἡ πρὸς τὸ πέλαγος διεξοδος, Κωνσταντῖ νον μὲν πατρίκιος ὁ Καβαλλούριος, στρατηγὸς ὤν τῶν Κιβυρραιωτῶν, γενναίως ἱστὰς πρὸς πόλεμον μετὰ τῆς ἑαυτοῦ τριήρους καὶ λοιπῶν δέκα, καὶ εὐρώστως μαχόμενος κατεκόπη, ἐλήφθησαν δὲ καὶ τίσσαρες τριήρεις αὕτανδρο σὺν τῇ ναυαρχίδι, καὶ πάντες οἱ ἐν αὐταῖς ἀπεσφάγησαν, τὰ δὲ λοιπὰ Ῥωμαϊκά πλοῖα ἐν βράχεσι καὶ ἀκταῖς καὶ σκοπέλοις ἀπεῤῥίφησαν· ὧν συντριβέντων οἱ μὲν τῶν ἐν αὐταῖς ὑποβρύχιοι γεγόνασι τῇ θαλάσσῃ, ἄλλοι δὲ ἐάλωσαν ὑπὸ τῶν Βαρβάρων καὶ μαχαίρᾳ παρεδόθησαν καὶ δουλείᾳ, οἱ δὲ διασωθέντες πεζοὶ καὶ γυμνοὶ εἰς τὸ οἰκεῖον στρατόπεδον ἀνεσώθησαν. Οἱ δὲ Σκόθαι ὡς οὐκ εἰς ἔργον ἐχώρει αὐτοῖς τὰ τῶν ἐλπίδων, τῆς ἐπ´ οἴκου πορείας ἐμνήσθησαν. Ὑποστρέφουσι δὲ τούτοις διά τε γῆς καὶ αλάσσης(δὲ γὰρ ἐξήρκουν τοῖς πᾶσι τὰ σκάφη, τὰ μὲν ὑπὸ τῆς προηγησαμένης ναυαρχίας καταποντισθέντα τε καὶ λαφίντα. τὸ δὲ ὑπὸ κλύδωνος καὶ τρικυμίας θλασφίντα, καὶ διὰ τοῦτο οἱ πλείους πείῆ τὸν Μδοιπαρίαν ἐποιοῦντο συναντήσας Κατακαλὼν Βέστης ὁ Κοκαυμένος ἀρχων ὧν τῶν πείῆ τὸν Ἰστρον πόλεων καὶ χωρίων, κατὰ τὸν αἰγιαλὸν τῆς λεγομένης Βάρνας, καὶ συμβαλών ἐτρέψατο, καὶ ἀπίκτεινε μὲν ὅτε πρώτως τῶν οἰκείων ἡθῶν ἀπαναστάντες οἱ Σκόθαι πρὸς τὴν βασιλίδα ἠπείγοντο καὶ ἐς τῆν λακοῦσαν αὐτὸν ἀρχὴν ἀποδάντις προνομὰς ἐποιοῦντο, τὸν ἀμφ´ αὐτὸν ἀθροίσας λαὸν προσέῤῥαξε τούτοις, ναὶ γενναίως ἀγωνισάμενος ἐτρίψατό τε κατὰ κράτος καὶ εἰς τὰ οἰκεῖα σκάφη φυγεῖν ἠνάγκασε· [ Τθ] καὶ πάλιν δὲ τὰ ἀγχίαλα τῆς ὑπʹ´ αὐτὸν ἀρχῆς φυλάττων χωρία, καὶ προσμένων, τὸ τέλος, ὑποστρέφοντας δεξάμενος καὶ καοτερῶς ὑποστὰς εἰργάσατο τὰ εἰρημένα.

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
