# Compendium Historiarum 2.156

Georgius Cedrenus, Compendium Historiarum, 2.156. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.156
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.156

τὸν κατ´ αὐτοῦ ἐκστρατείαν, ὁ τῶν Τούρκων ἀρχηγὸς κοινολογησάμενος τοῖς μετ´ αὐτοῦ καὶ ἐπιθέσθαι νυκτὸς τοῖς Σαρακηνοῖς καὶ Πέρσαις συμφέρον κὸναι νοιμίσας, ταχυπορίᾳ χρησάμενος ἓν δυσὶν ἡμέραις ἐπιτίθεται τῇ τρίτῃ νυκτὸς αὐτοῖς ἀμερίμνως, σκηνουμένοις καὶ μηδὲν προσδεχομένοις κακόν. Καὶ τούτους μὲν θᾶττον τρέπεται λόγου, αὐτὸς δὲ ἁρμάτων καὶ ἵππων καὶ χρημάτων κυριεύσας πολλῶν ούκέτι λοιπὸν ὡς φυγὰς καὶ λῃητὴς κρυφίους ἐποιεῖτο τὰς ἐπιθέσεις, ἀλλὰ φανερῶς ἀντεποιεῖτο τῶν ὑπαίθρων, προσρυτσκομένων αὐτῷ καὶ τῶν ὅσοι διὰ κακουργίας τότε ἐδεδίεσαν θάνατον, καὶ δούλων καὶ τῶν χαιρόντων ταῖς ἁρπαγαῖς, ὡς ἐν βραχεῖ τῷ χρόνῳ δύναμιν περὶ αὐτὸν ἀθροισθῆναι μεγίστην, περί που τὰς νʹ χιλιάδας. Καὶ τὰ μὲν κατ´ ἐκεῖνον ἐφέρετο τῇδε ὁ δὲ Μουχοῦμετ μὴ ἐνεγκών μετρίως τὴν γενομένην τροπήν, ἀλλὰ βαρυθυμήσας τοὺς μὲν δέκα στρατηγοὺς ἀπεοτύφλωσε, τοὺς δὲ διαφυγόντας, στρατιώτας τὸν κίνδυνον θριαμβεύσειν ἡπείλησε γυναικείους περιβεβλημένους στολὰς, αὐτὸς δὲ πρὸς, ἀντιπαράταξιν καθωπλίζετο. Οἱ δὲ προηττηθέντες στρατιῶται μαθόντες τὰς ἀπειλὰς προσχωροῦσι τῷ Τογγρολίπηκι. Τοσαύτης οὐν προσγενομένης αὐτῷ καὶ τηλικαύτης δυνάμεως, ἀγείρας ἄπαντα τὸν στρατὸν ἠπείγετο πρὸς τὸν Μουχοῦμετ, καθολικῇ μάχῃ σπεύδων κρῖναι τὰ πράγματα. Ἀλλὰ καὶ ἐκεῖνος καὶ Σαοσνὴνοὺς καθοπλίσας καὶ Πέρσας καὶ Καβείρους καὶ Ἄραβας, καὶ στρατὸν συστησάμενος περί που τὰς πεντακοσίας χιλιάδας καὶ ἐλέφαντας πυργοφόρους ἑκατὸν, καὶ πάντας τούτους ἀναλαβών, ὑπαντιἀζει κατὰ τὸ λεγόμενον Ἀσπαχᾶν. Καὶ γενομένης μάχης φοβερωτάτης ἔπεσον μὲν ἐξ ἀμφοτέρων πολλοι, πίπτει δὲ καὶ αὐτὸς ὁ μουχοῦμετ· ἐξιππαζόμενος γὰρ ἀτάκτως ἔνοεν κἀκεῖθεν καὶ τὸν οἰκεῖον παραθαῤῥύνων νόησε τοῖς ἐναντίοις, καὶ ὁ Ταγγρολίπηξ ὑπὸ πάντων ἀναγορεύεται βασιλεὺς τῆς Περσίδος. Ἀναῥῥηθεὶς δὲ πέμψας καθαιρεῖ τὴν ἐν τῇ γεφύρᾳ τοῦ Ἀράξιδος φυλακὴν, καὶ ἄνετον δίδωσι τῷ βουλομένῳ τῶν Τούρκων τὴν ἐς τὴν Περσίδα πορείαν. Ἀπολυθέντες δὲ οὗτοι εἰσέδραμον παμπληθεί, πλὴν τῶν ὅσοι τῆς ἑαυτῶν ἀντεποιοῦντο πατρίδος, καὶ καθελόντες Πέρσας καὶ Σαρακηνοὺς αὐτοί κύριοι τῆς Περσίδος ἐγένοντο, τὸν Ταγγρονίπηκα σουλτάνον ἀνομάσαντες, τουτέστι παντοκράτορα καὶ βασιλέα βασιλέων· ὃς πάσας τὰς ἀρχὰς τοὺς ἐγχωρίους ἀφελόμενος εἰς Τούρκους μετήνεγαε [. Τ καὶ τὴν Περσίδα πᾶσαν πρὸς αὐτοὺς διένειμεν, ἐς τὸ παντελὲς κατασπάσας καὶ ταπεινώσας τοὺς ἐγχωρίους, Ὡς δὲ καλῶς ἔχειν ἐδόκει τούτῳ τὰ πράγματα, παότερον μὲν τοῖς ομόροις δυνάσταις ἥρξατο πολεμεῖν, καὶ πρὸς μὲν τὸν Πισσασίριον τῆς Βαβυλῶνος ἄρχοντα αὐτὸς δι´ ἑαυτοῦ παρετάξατο, καὶ διαφόροις μάχαις τοὸτον ἡττήσας καὶ ἀνελὼν κύριος καὶ τῆς μαβυλωνίων χώρας ἐγένετο, πρὸς δὲ Καρβέσιον τὸν ον Ἀράβων ἀρχηγὸν Κουτλουμυῦς ἐκπέμπει, υἱὸν ἂιτα τοῦ ἀδελφοῦ τοῦ οἰκείου πατρὸς, χεῖρα βαρεῖαν λολς αὐτῷ. ὃς ἀπελθὼν καὶ τοῖς ὴραψι συμβαλών λττήθὴ καὶ αἴσχιστα ἔφυγεν. Υποστρέφων δὲ ἀπὸ τῆς τροπῆς, καὶ μέλλων διοδεύειν ἀπὸ τῆς Μηδίας τοι τοῦ Βαασπρακὰνρχε δὲ τότε τῆς τοιαύτης χώρας ἐκ βασιλέως πεμφθελς Στέφανος πατρίκιος ὁ Κωναταντίνου τοῦ παραδυναστεύοντος τῷ βασιλεῖ τῆς Λειχουδίας ἱὸς] στέλλει πρὸς αὐτὸν

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
