# Compendium Historiarum 2.157

Georgius Cedrenus, Compendium Historiarum, 2.157. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.157
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.157

πρεσβευτὰς, ἀξιῶν συγχωρηθῆναι διελθεῖν ἀκωλύτως, ὑπισχνούμενος μεθ´ ὅρκων φρικωδεστάτων ἀψαυστον καὶ ἀσινῆ διατηρῆσαι τὴν χώραν. Ὁ δὲ τοὺς πρέσβεις δεξάμενος καὶ τὴν παράκλησιν δειλίαν εἶναι ὑποτοπάσας, τὸν ἐγχώριον ἀθροίσας στρατὸν ὡς εἰς πόλεμον ὑπαντιάζει τοῖς Τούρκοις. Ὁ δὲ Κου. τλουμοῦς περιαλγὴς μὲν ἐπὶ τοῖς πραττομένοις ἐγένετο γὰρ ὁ κατ´ αὐτὸν λαὸς ἄπας, ὡς ἐκ τροπῆς ἐπανήκων, πεζὸς καὶ ἄοπλος, ὅμως δὲ καὶ ἄκων ἠναγκάσθη ἀντιπαρατάξασθαι. Καὶ συμβολῆς τενομένης τρέπονται οἱ περὶ τὸν Στέφανον, ἀλίσκεται δὲ καὶ αὐτὸς αἶνιμιάλωτος σὺν ἄλλοις πολλοῖς. Καὶ τοῦτον μὲν διερχόμενος κατὰ τὸ Ταβρέζιον ἀπεμπολεῖ τῷ τοπάρχῃ τῆς χώρας, αὐτὸς δὲ πρὸς τὸν σουλτάνον ἐπανελθών καὶ περὶ τῆς τροπῆς ἀπολογούμενος μετετίθει τὰς αἰτίας εἰς ἀλλους, καὶ ἐπηγγέλλετο, εἰ αὖθις δύναμιν λαβὼν ἐκστρατεύσει κατὰ τοῦ Καρβεσίου, ῥᾷον αὐτῷ παραστήσειν τὴν Ἀραβίαν. Ὡς ἐν παρόδῳ δὲ ἀφηγεῖτο καὶ περὶ τοῦ Βαασπρακἀν, ὡς εἴη μὲν χώρα πάμφορος, κατέχεται δὲ ὑπὸ γυναικῶν, τοὺς πεπολεμηκότας πρὸς αὐτὸν στρατιώτας ὑπαινιττόμενος. Ἀλλ´ ἐκεῖνον μὲν ὁ σουλτάνος κατασχεῖν ἐμελέτα, διὰ τὸ αἶσχος μηνίσας τῆς ἥττης, καὶ ἀποκτεῖναι, πρὸς δὲ Ῥωμαίους ὅπλα κινῆσαι ἀπεδειλία, δεδιὼς καὶ φρίττων ἐκ μόνης τῆς φήμης τὰ τῶν προηγησαμένων τριῶν βασιλέων ἀνδραγαθήματα, Νικηφόρου, Ἰωάννου καὶ Βκσιλείου καὶ ὑποπτεύων τὴν αὐτὴν ἀρετὴν ν ἔτι καὶ δύναμιν προσεῖναι Ῥωμαίοις ὅμως ὀμφίβῥοπος ἦν καὶ διχογνώμων, καὶ ἐμελέτα τὸ ποιητέον. Κουτλουμοῦς δὲ γνοὺς τὴν ἐπιβουλὴν φεύγει μετὰ τῶν σὺν αὐτῷ, καὶ πόλιν ὀχυρωτάτην κατασχών ἐν Χωρασμίοις και μένην, ἤτις Πάσαρ ὡνόμασται, ἀντίπαλος γίνεται τῷ σουλτάνῳ. Ὁ δὲ τὸ νῦν ἔχον πρὸς τοῦτον μὲν διαπολεμεῖν οὐκ ἐδοκίμασε,.Τ] πάσας δὲ τὰς ἐαυτοῦ δυνάμεις ἀθροίσας ἄπεισι κατὰ τῶν Ἀράβων καὶ μάχης χενομένης πάλιν τρέπεται καὶ αὐτός. Ἐπανελθὼν δὲ ἀπὸ τῆς τροπῆς, καὶ μὴ φέρων τὴν αἰσχύνην καὶ τὸ ἀπὸ τοῦ Κουτλουμοῦς ὄνειδος, αὐτὸς μὲν τὸ πλεῖστον πλῆθος ἀναλαβὼν ἅπεισιν εἰς τὸν ΙΙάσαρ, καὶ διετέλεσε προσπολεμῶν μέχρι πολλοῦ τῷ οἰκείῳ ἀνεψιῷ, τῇ ὀχυρότητι τῆς πόλεως θαῤῥοῦντι καὶ πολλάκις ἀναπεταννύντι τὰς πύλας καὶ εξερχομένῳ καὶ οὐ μικρῶς τοὺς περὶ τὸν σουλτάνον βλάπτοντι. Κατὰ δὲ Ῥωμαίων δύναμιν ἐκπέμπει ἐτέραν, ἀμφὶ τὰς κʹ χιλιάδας, στρατηγὸν ἐπιστήσας αὐτῇ ἀδελφόπαιδα Ἀσὰν τὸν λεγόμενον κωφὸν, πισκήψας τὴν ταχίστην ἀφικέσθαι καὶ εἰ προχωροίη προσκτήσασθαι αὐτῷ τὴν Μηδίαν. Καὶ ταῦτα μὲν ἐπράττετο ἐν Περσίδι. Παγκράτιος δὲ ὁ τῆς Ἰβηρίας ἀρχηγὸς. ἀκόλαστος ἄνθρωπος. ἐς τοῦ Λιπαρίτου τὴν κοίτην ἐξυβρίσας [ν δὲ ὁ Λιπαρίτης υἱὸς τοῦ ἐπὶ τοῦ βασιλέως Βασιλείου ἐν τῷ πρὸς τὸν Γεώργιον πολέμῳ ἀναιρεθέντος, Ὁρατίου τοῦ Λιπαρίτου, ἐπὶ συνέσει τε καὶ ἀνδρίᾳ βεβοημένος καὶ μεγάλο μετὰ τὸν βαγκράτιον δυνάμενος ἐν τοῖς Ἱόηρσιν ἠνάγκασε τοῦτον ἐπὶ τῷ γεγονότι δεινοπαθήσαντα ὅπλα κατ´ αὐτοῦ κινῆσαιΚαὶ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
