# Compendium Historiarum 2.158

Georgius Cedrenus, Compendium Historiarum, 2.158. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.158
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.158

πολεμῳ τοῦτον τρεψάμενος εἰς τὰ Καυκάσια καὶ τὴν ἔνδον ἀπελαύνει Ἀβασγίαν, ἐν τοῖς βασι.λείοις τε γενόμενος τῇ ἑαυτοῦ μίγνυται πρὸς βίαν δεσποίνῃ, τῇ μητρὶ τοῦ Παγκρατίου, καὶ τῶν ὅλων τῆς Ἰβηρίας πραγμάτων κόριος γίνεται. Γράμματά τε εἰς τὸν βασιλάα πέμψας φίλος καὶ σύμμαχος ἐξαιτεῖ γενέσθαι Ῥωμαίων· οὖν τὴν πρεσβείαν δεξάμενος οὖτος κοινοπραγεῖται μετ´ αὐτοῦ. Μετὰ δέ τινα χρόνον καὶ ὁ Παγκράτιος διὰ τοῦ Φάσιδος ποταμοῦ καὶ Σουάνων καὶ Κόλχων ὀδοιπορήσας ἔρχεται εἶς Τραπεζοῦντα, κἀκεῖθεν ἀγγέλους ἐκπέμπει πρὸς, βασιλέα, δηλῶν ὡς ἔφεσιν ἔχει εἰσελθεῖν ἐν τῇ βασιλίδι καὶ αὐτῷ ἐντυχοῖν. Προσταχθεὶς οὖν εσεισι, καὶ τῷ βασιλεῖ ἐντυχών πρῶτον μὲν ὀνειδίζει πολλὰ ἔτιπερ, βασιλεὺς ὤν καὶ πρὸς ἀρχηγὸν οὐ μικρᾶς χώρας τῆς Ἀβασγίας σπονδὰς ἔχων, ταύτας μὲν ἡβέτησε, προσέθετο δὲ ἀνδρὶ ἰδιώτῃ καὶ δούλω ἀποστάτῃ, ἔπειτα καὶ καταλλάξαι ἀλλήλους παρακαλεῖ. Ὁ δὴ καὶ γέγονε τῇ σπουδῇ τοῦ βασιλέως, σπεισαμένων ἀλλήλοις ὥστε τὸν μὲν Παγκράτιον κύριον ἐκεῖνον ἔχειν καὶ βασιλέα. Καὶ τὰ μὲν κατὰ τὴν Ἀβασγίαν κατήντησεν εἶς τοῦτο. Ἀσὰν δὲ ὁ κατὰ Ῥωμαίων πεμφθεὶς παρὰ τοῦ σουλτάνου, παρελθὼν τὸ Ταβρέζιον καὶ τὸ λεγόμενον Τεφλὶς ἧλθεν εἰς Βαασπρακανίαν, πάντα κείρων καὶ πυρπολῶν καὶ τοὺς προσπίπτοντας ἀνπιρῶν, καὶ μηδὲ τῆς παιδικῆς φειδόμενος ἡλικίας. [. Τί] Ὁ δὲ τῆς χώρας ἄρχων Ἀαρών Βέστης, ὁ τοῦ Βλαδισθλάβου υἱὸς καὶ τοῦ Προυσιάνου ἀδελφὸς, μὴ ἀξιόμαχον εἰδώς ἑαυτὸν μηδὲ δυνάμενον ἀντιστῆναι πρὸς τοσαύτη» Τούρκων πληθὺν, γράμματα ἐκπέμπει πρὸς τὸν Βέστην κατακαλῶν τὸν Κεκαυμένον τὸν Ἀνίου καὶ τῆς Ἰβηρίας κατάρχοντα, καὶ ὁπόση δύναμις παρακαλεῖ βοηθεῖν. Ὁ δὲ τὰ γράμματα δεξάμενος, καὶ θᾶττον ἢ λόγος τὸν ἀμφ´ αὐτὸν ἀγείρας λαὸν, ἄπεισι διὰ ταχέων καὶ ἐνοῦται τῶ Ἀαοών Καὶ σομόουλῆς προτεθείσης πότερον νυκτομαχ ίᾳ χρηστέον ἢ φανερὰν μάχην ἀναδεκτέον, πρὸς οὐσέτερον ὁ Κικαυμένος κατένευεν, ἐγνώκει δὲ τρόπον ἅλλον καταστρατηγῆσαι τοὺς ἐχθρούς. Συνεξούλευε γὰρ τὴν παρεμβολὴν καταλιπόντας ὡς εἶχε μετὰ τῶν σκηνῶν καὶ των ὑποζυγίων καὶ τῆς ἄλλης ἀποσκευῆς, λόχους νυκτὸς ἐν ἐπικαιροτάτοις στῆσαι χωρίοις, κἀπειδὰν, οἱ Τοῦρκοι ἀφίκονται καὶ ἔρημον ἀνδρῶν εὑρόντες τὸν χάρακα πρὸς διαρπαγὰς τῶν ἔνδον χωρήσωσι, τότε δὴ τῆς ἐνέδρας ἀπαναστάντας ἐπιθέσθαι αὐτοῖς. Καί γε οὖν διεψεύσθη τοῦ σκοποῦ. Ἔωθεν γὰρ ὁ Ἀσὰν ἀναστὰς ἐκ τῆς οἰκείας παρεμβολῆς κατὰ τὸν Στράγνα κειμένης ποταμὸν ἄπεισιν ὡς πρὸς πόλεμον· ὡς δὲ οὐδεὶς ὑπήντα, ἐπλησίασε δὲ καὶ τῷ χάρακι τῶν Ῥωμαίων, καὶ οὕτε φυλακὴν εἴχεν οὕτε φωνή ἐξηκούετο, ἀλλὰ κενὸς ἦν πάσης δυνάμεως, πότε δὲ φυγεῖν ὁπονοήσας τοὺς Ῥωμαίους ῥήγνυσί τε διὰ πολλῶν τόπων τὴν παρεμβολὴν καὶ διαρπαγὴν ποιεῖσθαι τῶν λαφύρων κελεύει. Οἱ δὲ Ῥωμαῖοι περὶ δείλην ὀψίαν ἀναστάντες τῶν λόχων, ἀσυντάκτοις συντεταγμένοι προσρήγνυνται τοῖς Τούρκοις, καὶ πκφαχρῆμα τρέπουσι τὸ ἀνυπόστατον μὴ ἐνιγεόντας τῆς Ῥωμαιεῆς ὁρμῆς. Πίπτει μὲν οὖν πρῶτος ὃ Ἀσὰν ἐν

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
