# Compendium Historiarum 2.160

Georgius Cedrenus, Compendium Historiarum, 2.160. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.160
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.160

λαφυραγωγίαν, δδίωκεν ὅπισθεν αὐτῶν, ἐπειγόμενος συῤῥάξαι τοῖς παροῦσι πρὸ τοῦ καὶ ἑτέραν συναθροισθῆναι δύναμιν. Ὅπερ μαθόντες οἱ στρατηγοὶ τῶν Ῥωμαίων, καὶ πτοηθέντες μή πως ἀνανκασθωσι καὶ ἄκοντες πολεμῆσαι πρὸ τοῦ τὸν Λιπαρίτην καταλαβεῖν ὑποδύντες τινὰ δυχωρίαν ἀπόκρημνον καὶ φάραγξι πάντοθεν κυκλουμένην ἡσύχαζον, γράψαντες πρὸς τὸν Λιπαρίτην ἥκειν καὶ μὴ βραδύνειν. Ὁ δὲ Ἀβράμιος τῆς Ῥωμαῖκῆς ἡστοχηκὼς στρατιᾶς ἔρχεται εἰς τὸ λεγόμενον Ἄρτζε, Κωμόπολις δὲ τὸ Ἄρτζε μυρίανδρος καὶ πολὺν πλοῦτον ἔχουσα· ψκουν γὰρ ἐν αὐτῇ ἰθαγενεῖς τε ἔμποροι καὶ Σύρων καὶ Ἀρμενίων καὶ ἄλλων ἔθνῶν πληθὺς οὐκ ὀλίγη· οἵτινες τῇ οἱκείᾳ θαῤῥοῦντες πληθόι οὐ κατεδέξαντο εἴσω τείχους γενέσθαι, καὶ ταῦτα τῆς Θεοδοσιουπόλεως ἐν γειτόνων κειμένης μεγίστης πόλεως καὶ τεῖχος ἐχούσης ἰσχυρὸν καὶ ἀνάλωτον, πολλὰ τοῦ Κεκαυμένου διὰ γραμμάτων καὶ ἀπειλήσαντος καὶ παρακαλέσαντος. Καταλαβόντων οὖν τῶν Τούρκων καὶ ἁπτομένων ἔργου, οἱ ἐν τῷ Ἄρτζε τὰς διόδους συγκλείσαντες καὶ ἐπὶ τῶν δωμάτων ἀναβάντες [ Τ λίθοις καὶ ξόλοις καὶ τόξοις τοὺς ἐπιόντας ἠμύνοντο Καὶ διετέλεααν μαχόμενοι ἐφ´ ὕλας ἡμέρας ἕξ. Ἀγγελθέντο δὲ τούτου τοῖς στρατηγοῖς, ὁ Κεκαυμένος πολὺς ἦν ἐγκείμενος καὶ παρακαλῶν ἀπελθεῖν καὶ συμβαλεῖν τοῖς Τούρκοις τὸν νοῦν ἔχουσι πρὸς τῇ πολιορκίᾳ, καὶ μὴ καθῆσθαι τηνάλλως καὶ τρίβειν τὸν χρόνον, τὴν συκίνην προσμένοντας ἐπικουρίαν τὸν Αιπαρίτην, καὶ τὸν ἐπιτήδειον παρατρέχοντα βλέπειν καιρὸν, οὖ τυχεῖν πάλιν οὐ ῥάδιον. Ἀντιπίπτοντος δὲ τοῦ Ἀαρὼν, καὶ μηδέν τι διαπράξασθαι λέγοντος παρὰ τὸ βασιλικὸν βούλημα, ἡσυχίαν καὶ αὐτὸς ἦγεν. Ἀβράμιος δὲ μὴ κατὰ σκοπὸν χωρούντων αὐτῷ τῶν πραγμάτων, μὴ δυνάμενος πολιορκίᾳ τὴν κωμόπολιν παραστήσασθαι, ὑπεριδὼν καὶ πλούτου καὶ λείας, πῦρ ἐνεῖναι τοῖς δώμασιν ἐγκελεύεται, καὶ εὐθὺς οἱ Τοῦρκοι δαλοὺς ἱροντες καὶ ὕλην εὕπρηστον ἐξάπτοντες ἐῥῥίπτουν ἐν τοῖς δώμασιν· ἀναφοέντος δὲ τοῦ πυρὸς πανταχόθεν καὶ πυρκαιᾶς μεγίστης ἀνεγερθείσης, οἱ Ἀρτζηνοὶ πρός τε τὸ πῦρ πρός τε τὰς ἐκ τῶν τόξων βολὰς μὴ δυνηθέντες ἀντέχειν ἑνέκλιναν εἰς φυγήν. Καὶ λέγιται ἀπολέσθαι περὶ τὰς ρν´ χιλιάδας ἀνδρῶν, τῶν μὲν μαχαίρας τῶν δὲ πυρὸς παρανάλωμα γεγονότων· οὖτοι γὰρ ἐπεὶ κατισχυμένοι ἔγνωσαν ἀποσφάττεσοαι, γυναῖκάς τε καὶ τέκνα ἑαυτῶν εἰς τὸ πῦρ ἀπερρίπουν. Οὕτω τοῦ Ἄρτζε ληφθέντος, πολὺ χρυσίον εὑρὼν ὁ Ἀβράμιος καὶ ὅπλα καὶ ἄλλα τινὰ χρειώδη, ὁπόσα μὴ τῳ πυρὶ κατέστησαν ἀχρηστα, περιβαλόμανος δὲ καὶ ἵππον οὐκ ὀλίγην καὶ ὑποζύγια, καὶ τὸν ἐαυτοῦ λαὸν καθοπλίσας ὡς ἔδει, ὁπέστρεψεν ἀναζητῶν τὴν Ῥωμαῖκὴν δύναμιν. Αὕτη δὲ καταλαβόντος ἤδη καὶ τοῦ Λιπαρίτου καταβᾶσα ἀπὸ τοῦ ῥηθέντος ὀχυρώματος ἔκειτο ἐν τῇ πεδιάδι κατὰ τοὺς πρόποδας τοῦ βουνοῦ ὅνθαπερ ἶέρυται τὸ Καπετροῦ φρούριον, Ἐρχομένων οὖν τῶν Τούρκων σποράδην συνεβούλευε πάλιν ὁ Κεκαυμένος συμβαλεῖν αὐτοῖς διεσπκρμένοις οὖσι καὶ ἀσυντάκτοις ἔτι. Ἀλλ´ ὁ Αιπαρίτης οὐκ ἤθελε διὰ τὴν ἡμέραν· ἦν γὰρ σάββατον, η´ ἀγοντος τοῦ Σεπτεμβρίου, μηνὸς, τῆς βʹ ἐπινειεήσεως, ἐν ταῖς ἀποφράσι δὲ τὸν ἡμερῶν τῷ Λιπαρίτῃ τὸ σάββατον νομίζετο, ὅπερ ἀποτροπιαζόμενος ἀνεδύττο πολεμεῖν. Καὶ τὰ μὲν τῶν Ῥωμαίων ἐν τούτοις, ὁ δὲ Ἀβράμιος

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
