# Compendium Historiarum 2.162.1-12

Georgius Cedrenus, Compendium Historiarum, 2.162.1 to 2.162.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.162.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.162.1

πρὸς τὸν βασιλία πρεσβείαν ὁ λεγόμενος παρ´ αὐτοῖς σέριφος· δύναται δὲ τοῦτο τὸ ὄνομα πρὸς τὸν παρ´ αὐτοῖς χαλυφᾶν, ὅπερ ὁ παρ´ ἡμῖν σύγοελλος πρὸς τὸν πατριάρχην πάλαι ἐδύνατο· ἐκείνου γὰρ ἀποθανόντος αὐτὸς εὐθὺς εἶς τον τούτου θρόνον ἐγκαθίδουται Οὗτος τοίνυν ὁ σέριφος εἰσελθὼν ἐν τῇ βασιλίδι καὶ ἐς πρόσωπον ἐλθὼν τῷ βασιλεῖ καὶ ὁμιλίαν, πολλά τε μεγαλαυχήσας καὶ φρυαξάμενος, καὶ τελευταῖον ὑπόφορον θίσθαι σπεύσας τὴν Ῥωμαίων τῷ ἑαυτοῦ σουλτάνῳ, ἐπεὶ μὴ εὖρε τὸν βασιλέα ἐπικλινῆ, ἄπρακτος ὑπεχώρησε πρὸς τὸν πέμώαντα. Καὶ ὁ βασιλεὺς πὰ ἀπ´ ἐκείνου ἐκδιχόμενος πόλεμον ἀπὸ τοῦ σουλτάνου, καθ´ ὄσον οἷον τε ἦν, τὰ ὁμοροῦντα τῆ Πεοσῶν γῆ πέμψας κατησφαλίσατο. Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο, καὶ ἡ τῶν Πατζινάκων ἐπισυνέβη κίνησις· πῶς δὲ καὶ τίνο τρόπον, λεκτέον. Τὸ ἔθνος τῶν Πατζινάκων Σκυθικὸν ὑπάρχον, ἀπὸ σῶν λεγομένων βασιλείων Σκυθῶν. μέγα τέ ἐστι καὶ πολυάνθρωπον, πρὸς ὃ οὐδὲ ἓν αὐτὸ καθ´ ἑαυτὸ Σκυθικὸν γένος ἀντιστῆναι δύναται. Διῄρηται δὲ εἰς τρισκαίδεκα γενεὰς, αἵτινες καλοῦνται μὲν πᾶσαι τῷ κοινῷ ὀνόματι, ἔχουσι δὲ ἐκάστη καὶ ἴδιον ἀπὸ τοῦ αότῆς προγόνου καὶ ἀρχηγοῦ τὴν προσηγορίαν κληρωσαμένη. Νέμονται δὲ τὰς πέραν Ἱστρου ἀπὸ τοῦ Βορυσθένους ποταμοῦ καὶ μχρι Παννονίας ἡπλωμένας πεδιάδας, νομάδες τε ὅντες καὶ τὸν σκηνίτην διὰ ππιτὸς ἀσπαζόμενοι βίον. Τούτου τοῦ γένους ἀρχηγὸς ἦν τῷ τότε Τυρὰχ ὁ τοῦ Κιλτὲρ υἱος, εὐγενείας ἥκων ἰς τὸ ἀκρότατον, ἀμβλὺς δὲ ἄλλως καὶ τὴν ἡσυχίαν οιλῶν. Ὥν δὲ καὶ ἀλλος τις ἐν τῷ ἔθνει τὴν κλῆσιν Κεγένης, υἱὸς τοῦ Βαλτζὰρ, τὸ μὲν γένος ἄσημος καὶ σχεδὸν ἀνώνυμος, περὶ δὲ τὰ πολεμικὰ καὶ τὰς στρατηγίας κάρτα δραστηριώτατος, ὃε καὶ πολλάκις ἐπιάν τας κατὰ τῶν Πατζινάκων τοὺς Οὕζους(γνος δὴ Οὐννικὸν οἱ Οὗζοιὶ ὑποστὰς ἐτρέψατο καὶ ἀπώσατο, τοῦ Τυρὰχ οὔχ ὅπως ἀντεπεξελθεῖν μὴ θαῤῥήσαντος, ἀλλὰ καὶ καταδύντος εἶς τὰ παρὰ τῷ Ἱστρῳ ἔλη καὶ τὰς λίμνας.

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
