# Compendium Historiarum 2.167.1-9

Georgius Cedrenus, Compendium Historiarum, 2.167.1 to 2.167.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.167.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.167.1

κελεύει τῇ τοξείᾳ, αὐτὸς δὲ σκηνὰς ἐκ λύγων ἔχων πεπλιγμένας, βοείαις ὄύρσαις ἄνωθεν ἐσκεπασμέ νας καὶ τροχοὺς ἐχούσας ὑπὸ τὰς τῶν βασταζόντων κιόνων θάσεισσσας τὰς τοιαύτας κατονομάζουσι [ΤΙ) μηχανὰς, λαοῦ πλήσας δικέλλας φέροντος καὶ σκαπάνας καὶ ἀλλα γεωργικὰ ὅργανα, ᾤετο κατὰ μικρὸν ὑπωθεῖν τὰς σκηνὰς καὶ τοῖς τείχεσι προσαρμόσαι καὶ οὕτως ὑπορύττειν ἀνέτως καὶ ἀδεῶς τὰ θεμέλια, πιστεύσας ὡς οὐδεὶς προκύψαι τοῦ τείχους συγχωρηθήσεται ὑπὸ τοῦ πλήθους τῶν βελῶν· καὶ τοῦτον ἐφαντάζετο τὸν τρόπον παραλήψεσθαι τὴν πόλιν. Ταῦτα δὲ βλέπων ἀπὸ τοῦ τείχους ὁ Ἀποκάπης τοῖς μὲν τειχοφυλακοῦσιν ἀτρεμεῖν καὶ μηδένα προκύπτειν διτκελεύετο, μόνον δὲ λίθους χειροπληθεῖς ἔχειν ηὐτρεπισμένους καὶ τόξα καὶ ἄλλα ἐκηβόλα ὅργανα, καὶ προσμένειν τὸ ἐξ αὐτοῦ σύνθημαν δὲ τὸ, Χριστὲ, βοήθειὶ, οὖ δοθέντος ἔργου ἔχεσθαι· εἶχε δὲ παρ´ ἑαυτῷ καὶ δοκοὺς μεγίστας, κατὰ τὴν βάσιν ὀξείας Καὶ ὁ μὲν διετάττετο ὧδε, ὁ δὲ Ἀλκὰν τῶν ἐκτὸς Τούρκων χαλαζηδὸν ἐκπεμπόντων τὰ βέλη καὶ τοὺς εἴσω τείχους ἀνακόπτειν δοκούντων, κατ´ ὀλίγον ὄπωρῶν τὰς λέσσας προσήρειδε τῷ τείχει. Ἐπεὶ δὲ ἕφοασαν αἱ σκηναὶ προσεγγίσαι καὶ ἐδόκει ἀδύνατος αὐταῖς εἶναι ἡ εἰς τοὐπίσω ἀναστροφὴ, αἰφνίδιον τοῦ Ἀποκάπη τὸ σύνθημα δόντος οἷ τε ἐπὶ τῶν δοκῶν τεταγμένοι τὰς δοκοὺς ἡφίεσαν κατὰ τῶν σκηνῶν καὶ οἱ λοιποὶ τόξοις καὶ λίθοις ἔβαλλον. Τότε δὴ οὖν ἡ τὸν Ἀλκὰν ἔχουσα σκηνὴ πολλαῖς περιπαρεῖσα κατὰ τὴν στέγην δοκοῖς ἀνετράπη ὑπὸ τοῦ βάρους ποότων περιτραπεῖσα· ἦς περιτραπε ἴσης οἱ ἕνδον ἑαυτῆς ἀπογυμνωθέντες ἐβάλλοντο πάντοθεν λίθοις καὶ τόξοις, μηδεδὸς ἐπαμῦναι τούτοις δσχύοντος. Καὶ οἱ μὲν ἄλλοι πάντες ἔπεσον ἐλεῖση, ἐλήφθη δὲ ὁ Ἀλκὰν ζωγρίαε, γνώριμος ἀπὸ τῆς λαμπρότητος τῶν θπλων ὑπάρχων· δύο γάο τινες καλοὶ κἀγαθοὶ νεανίαι προπηδήσαντες τῶν πυλῶν τῆς πόλεως καὶ τῶν τριχῶν τούτου δραξάμεν οι σύροντες εἰσήγαγον εἰς τὴν πόλιν, Καὶ τούτου μὲν εὐθὺς τὴν κεφαλὴν ἀποτεμὼν ὁ Βασίλειος ἀκοντίνει τοῖς Τοθοκοις, ὁ δὲ σουλτάνος περιαλγήσας τῷ πάθει λύει τὴν πολιορκίαν καὶ ἀναζεύγνυσι, πλασάμενος ἀναγκαῖά τινα τράγμστα κατεπείγειν αὐτὸν οἴκαδε ὑποστρέφειν, ἀπειλῶν εἰς τούπιὸν ἕαρ μετὰ μείζονος κακὰ τῶν Ῥωμαίων ἐπιστρατεῦσαι δυνάμεως.

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
