# Compendium Historiarum 2.178

Georgius Cedrenus, Compendium Historiarum, 2.178. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.178
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.178

διὰ μεγαλογράμμων ὀθονίων ἐκ βυσσοῦ πορφυρᾶς ἐξυφασμένων· καὶ δημτσίους φροννιστὰς οὐ συγκλητικοὺς προεβάλλετο, ἀλλά τινας τῶν ἐν ἑκάστῳ ἀρχείῳ ἐναξηθέντων ταχυγράφων Καὶ ἄλλα πολλὰ τοιαῦτα, ὧν τὸ καθ´ ἔκαστον καταλέγειν θελήσας προσκορῆς γενήσομαι τοῖς ἀκροαταῖς. Ἐπεὶ δὲ ὁ καιρὸς ἐπέστη τῆς βασιλικῆς φιλοτιμίας, ἡν διανέμειν ἐτησίως κατὰ τὸν καιρὸν τῶν Πάσχα πρὸς τὴν σύγκλητον εἰώθασιν οἱ βασιλεῖς καὶ πάντες εἰσῆλθον οὶ τῶν στρατοῦ ἡγούμενοι καὶ γένει καὶ ἀνδρίᾳ ὡνομασμένοι. - ἧσαν δὲ ἔ τε μάγιστρος Ἰσαάκιος ὁ Κομνηνος καὶ ὁ μάγιστρος Κατακαλὼν ὁ Κκαυμένος δοὺξ δὲ οὖτος ἦν Ἀντιοχείας, καὶ παραλυθέντα τοῦτον τῆς ἀρχῆς διεδέξατο Μιχαήλ ὁ τῶν βασιλέως ἀνεψιὸς ὃν ἅμα τῇ ἀναῤῥήσει Οὐρανὸν ί κατονο. μάσας ὡς δῆθεν εἰς τὸν παλαιὸν Οὐρανὸν ἀναφέροντα τὸ γένος, καὶ μάγιστρον Ἀντιοχείας, ὥσπερ ἦν ἐκεῖνος, τιμήσας διάδοχον ἐκπέμπει τῷ Κεκαυμένῳ)· Μιχαήλ τε βεστάρχης ἀ Βούρτζης, Κωνσταντῖνος καὶ Ἰωάννης οἱ ἐκ τῶν γένους τῶν ἑῴων τῶν δουκος καταγόμενοι, καὶ οἱ λοιποὶ λογάδες τῶν ἀρχόντων· [Ρ Ῥά] συνέδραμον δὲ πάντες, ἵνα καὶ τὸν νέον βασιλέα θεάσωνται καὶ τῶν ἀπ´ αὐτοῦ τύχωσι φιλοτιμιῶν· διεδοθη γὰρ πρὸς ἄπαντας τὸ προετικὸν ἐκείνου καὶ πρὸς τὰς εὐεργεσίας μεγαλοπρεπές τε καὶ ἐλευθέριον· ἐς λόγους δ´ ἐλθὼν ὁ βασιλεὺς τῷ Κομνηνῷ καὶ τῷ Κεκαυμένῳ, καὶ ἐπαινέσας μὲν αὐτοὺς καὶ στρατηγοὺς γενναίους καὶ ἀγαθοὺς ὀνομάσας, καὶ μᾶλλον τὸν Κεκαυμένον ὡς μὴ ἐκ πατέρων μηδ´ ἐκ προσπαθείας τινὸς, ἀλλ´´ ἐξ οἰκείων ἀνδραγαθημάτων πρὸς ἣν ἐκέκτητο τῶν ἀξιώματος ἀν αχθέντα καθέδραν, τὸ αὐτὸ δὲ καὶ πρὸς τοὺς ἄλλους ἀοἰοτοε ἐταοίανίε. τῶν εὐγενῶν ποιήσας, μηδενὸς δὲ θελήσας ἐκπληρῶσαι βούλησιν, μηδ´ εἰς τὸ τῶν προέδρων ἀήιωμα τὸν Κομνηνὸν καὶ τὸν Κεκανμένον, ὡς ἦτοῦντο, ἀναγαγεῖν κατανεύσας, ἀλλὰ καὶ πάντων τὰς δειήσεις ἀπράκτους ἐποπεμψάμενος, ἄπαντας ῆρέθισε κατ´ αὐτοῦ. Καὶ πρὸς μὲν τοὺς ἑῴους στρατηγοὺς διετέθη οὕτως. Τὸν δὲ Βρυέννιον τῆς ὑπερορίας μεταπεμψάμενος καὶ ἄρχειν τάξας Καππαδοκῶν στρατηγὸν αὐτοκράτορα

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
