# Compendium Historiarum 2.179

Georgius Cedrenus, Compendium Historiarum, 2.179. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.179
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.179

προχειρίζεται τῶν Μακεδονικῶν ταγμάτων καὶ κατὰ Τούρκων ἐκπέμπει· Τοῦρκος γάρ τις τὴν κλῆσιν Σαμοὺχ, τὸ γένος οὐκ ἐπίσημος, πρὸς δὲ τὰ πολεμικὰ γενναῖος καὶ ἐνεργὸς, τῷ σουλτάνῳ συστρατευσάμενος ὁπηνίκα τὴν δευτέραν εἰσβολὴν κατὰ Ῥωμαίων ἐποιήσατο, ἐκείνου ὁποστρέψαντος ἐν Περσί. αὐτὸς τῷ τόπῳ παρέμεινε μετὰ τρισχιλίων ἀνδρῶν, καὶ περιπλανώμενος ἐν ταῖς πεδιάσι καὶ τοῖς ὑπτίοις τόποις τῆς μεγάλης Ἀρμενίας, καί αἱφνιδίους ποιούμενος ἐκδρομὰς, κακῶς διτίθει τὰ Ῥωμαίων καὶ ἐληἱζετο. Ἀλλ´ οὐδὲ τοῦτον θεραπεῦσαι ἴσχυσεν ὁ βασιλεύς· ἧν γὰρ ἀφυέστατος εἰς τὸ θωπεῦσαι καὶ καταδημαγωγῆσαι ἀνθρώπους περιυβρισθέντας καὶ λανράνοντα κότον ἐν τῇ ψυχῇ περιφέροντας Τοῦ γὰρ Βρυεννίου λιπαρῶς ἵκετεύοντος ἀποδοθῆναί οἱ καὶ τὰ χρήματα ὁπόσα ἀφείλετο ἀπ´ αὐτοῦ Θεοδώρα ἡ βασιλὶς, οὐκ ἐπήκουσεν, ἀλλ´ ἐκτενῶς δυσωποῦντα περὶ τούτου καὶ ἱκετεύοντα, τὸ δημῶδες τοῦτο καὶ κατημαξευμένον εἰπών μόνον, «Δεικνόων ἔργα ἀπαίτει μισθοὺς, ἡ ἀπεπέμψατο. Οὕτω ἄρα παροραθεὶς καὶ ὁ Βρυίννιος ἀπήει δεινὰ στρέφων ἐν ἑαυτῷ καὶ καιρὸν ζητῶν ἐκδικήσεως. Παραπλησίως δὲ διετέθη καὶ πρὸς Ἐοβέβιον τὸν Φραγγόπωλον, ἀνδρα συστρατευσάμενόν τε τῷ Μανιάκῃ ἐν Σικελίᾳ καὶ μεγάλα τρόπαια στήσαντα καὶ ἀπ´ ἐκείτου καὶ ἕως τούτου Ῥωμαίοις εὔνουν φαινόμενον. Παρακαλοῦντα γὰρ καὶ αὐτὸν καὶ ἱκετεύοντα τῆς τῶν μαγίστρων τιμῆς τυχεῖν οὐ μόνον οὐκ ἠξίωσε λόγου, ἀλλὰ καὶ πολλὰ χλευάσας καὶ μυκτηρίσας ἀπεπέμψατο. Καὶ οὕτως ἦν ἀφυής καὶ δυσπούσολοπερὶ τὰς ἐντεύξεις. Ὁ δὲ Ἐρβέβιος, οἶα Βάρβαρος καὶ τὴν ὀργὴν ἀκατάσχέτος, οὐ μετρίως ἐνεγκῶν τὴν ὕβριν, ἀγνοῶν δὲ καὶ τὴν μελετωμένην παρὰ τῶν [Ρ. ρῶ] Ῥωμαίων συσκευν, οὐκ ἐκαρτίρησεν, ἀλλὰ σπουδάζων ἀμύνασθαι τὸν ὑβριστὴν, ἐξαιτησάμενος ἐπ´ οἶκου πορευθῆναι καὶ ἀφεθεὶς, τῷ βασιλεῖ προσειπὼν τὰ ἐξιτήρια, ἐξῆλθεν εὐθὺς, καὶ προς τὴν ἑῴαν περαιωθεὶς ἀνῆλθεν ἐν τῇ κατὰ τὸν Ἀρμενιακὸν οἶκίᾳ αὐτοῦ, τῇ Δαβαράμῃ. Καὶ κοινολογησάμενός τισι τῶν Φράγγων ἐκεῖσε τότε διεσπαρμένοις οὖσιν εἰς παραχειμασίαν, καὶ τριακοσίους ἄνδρας ἐκ τούτων ὑποφθείρας, ἀπῆρεν ἐκεῖθεν, καὶ ἀνελθλ ἐν Μηδίᾳ κοινοπραγεῖ τῷ Σαμοὺχ, ἐκεῖσε ἐνδιατρί.βοντι, ὥστε πολεμεῖν Ῥωμαίοις. Καὶ χρόνον μέν τινα ἀσάλευτος ἔμεινεν ἡ ὁμολογία· προσκρούσματος δὲ τινος μεταέὺ τῶν Φράγγων γενομένου καὶ Τούρκων, καὶ ἐκ τούτου ἐπιβουλευόντῶν· ἀλλήλοις τῶν γενῶν. ὁ μὲν Σαμοὺχ προσεποιεῖτο τηρεῖν τὰ συντεθειμένα, ὁ δὲ Ἐρβέβιος διὰ παντὸς. ἧν ἐν ὑπονοίαις καὶ αἰφνίδιον πρεσεδόκα ἐπίθεσιν, καὶ τοὺς Φράγγους παρεκάλει μῆ ἀνέτώς, ἀλλ´ ἐπὶ τῶν ὅπλων καθεύδειν. Τοῦτο δὲ ἐποίει κρυφίως, μηδεμίαν συναίσθησιν διδοὺς τῷ Σαμοὺχ, ἕως ἐκεῖνος· λανθάνειν οἰηθεὶς ἀνακαλύπτεί τὸ βούλευμα, καὶ περὶ μίαν ἡμίραν ἐξοπλίσας πάντας οὓς εἶχε Τούρκους ἐπιτίθεται ἀριστοποιουμένοις τοῖς Φράγγοις. Οἶ δὲ κατὰ τὸ παράγγελμα τοῦ στρατηγοῦ τοὺς ἵππους ἐν τοῖς χαλινοῖς ἔχοντές, ὡς ἧσοοντο τὴν ἐπελευσιν τῶν Τούρκων, ταχεῖς τε ἴποχοι γίνονται καὶ ἐρχομένοις τούτοις προσυπαντῶσι. Καὶ γίνεται μάχη καρτερὰ, καὶ πρὸς μικρὸν ἀντισχόντες οἱ Τοῦρκοι τρέπονται. Καὶ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
