# Compendium Historiarum 2.181

Georgius Cedrenus, Compendium Historiarum, 2.181. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.181
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.181

δεσμοῖς, ὅ φασιν, ἀδαμαντίνος ἡσφαλίσαντω τὴν ἐπιβουλήν. Τῷ δὲ Κεκαυμένῳ ἐδόκει καὶ τὸν Βρυέν· νιον προσλαβέσθαι συνωμότην, λαοῦ τε πολλοῦ ἄρχειν τεταγμένον τῶν Μακεδονικῶν ταγμάτων καὶ μέγα μέρος ἔσεσθαι μέλλοντα τοῦ σπουδάσματος. Ὡς δὲ καὶ οὖτος, πείρας αὐτῶ προσενεχθείσης, ταχέως ὑπήκουσε, λοιπὸν τίνα διεσκοποῦντο εἰς ἔργον προχωροῦντος αὐτῶν τοῦ βουλεύματος ἀνειπεῖν βα σιλέα. Καὶ πᾶσιν ἀπλῶς ἐφαίνετο τοῖς συνωμόταις ς καὶ γήρᾳ καὶ ἀνδρίᾳ καὶ ἐμπειρίᾳ τῶν ἀλλων προύχων ὁ Κεκαυμένος ἄξιος εἰς τοῦτο. Ὁ δὲ ἀφ´ ἑαυτοῦ τὸ βάρος ἀποσείσασθαι σπεύδων συντόμῳ λόγῳ διέλυσε τὰς πολυλογίας· ἀναστὰς γὰρ εὐθέως βασιλέα Ῥωμαίων ἀνεῖπε τὸν μάγιστρον Ἰσαάκιον τὸν Κομνηνὸν, [θ] τοῦτο δὲ αὐτὸ ποιῆσαι καὶ τοὺς λοιποὺς παρεσκεύασεν. Οὕτω δὲ καταδεσμήσαντες ἀλλήλους, καὶ τὴν βουλὴν ὡς ἐνῆν ἀσφαλισάμενοι, καὶ τῷ βασιλεῖ προσειπόντες τὰ ἐξιτήρια, ἕκαστος οἶκαδε τῷ δοκεῖν ἀπεφοίτησεν. Ἄρτι δὲ καὶ ὁ ὄρυέννιος τῶν πραγμάτων αὐτῷ καθισταμένων ὡς ἧ ἐδόκει τῷ βασιλεῖ, διαπερᾷ πρὸς τὴν Ἕω, ἔχων μεθ´ ἑαυτοῦ καὶ τὸν πατρίκιον Ἰωάννην τὸν Ὁψαρᾶν, ἀπεσταλμένον ἐκ ρασιλέως μετὰ χρυσίου ἐφ´ ᾧ τοῖς στρατιώταις διανεμηθῆναι τὸ σιτηρέσιον. Γενόμενος δὲ κατά τινα τόπον ἡπλωμένον καὶ ὕπτιον ἐν τῷ θέματι τῶν Ἀνατολικῶν τοῖς Καππαδόκαις διένειμε τὴν φιλοφροσύνην. Ἐπαύήων δὲ τὰς δόσεις, καὶ πλείω τῶν τεταγμένων παρέχειν κελεύων, ἀντιπίπτοντα εἶχε τὸν Ὁψαρᾶν καὶ μὴ ὑπακούοντα· ἔφασκε γὰρ οὖτος μὴ τολμῷν προσθήκας διδάναι τοῖς στρατιώταις, μηδὲν τοῦ βασιλέως περὶ τυύτου προστάξαντος. Τοῦ δὲ Βρυεννίου ἀτρέμας ἔχειν εἰπόντος καὶ ποιεῖν σιωπῇ τὸ κεκελευσιένοπαρεγγυήσαντος, ἀντιτείνοντος δὲ τοῦ Ὁψαρᾶ καὶ θρασυνομένου, ἀναφθεὶς ἐκεῖνος τῷ θυμῷ τοῦ θρόνου τε ἀνίσταται καὶ κονδύλους τούτῳ προστρίβει· τελευταῖον δὲ καὶ τῶν τριχῶν καὶ τῆς γενειάδος ἀψάμενος καταβάλλει τοῦτον εἰς γῆν, καὶ δεσμὰ περιθεὶς ἐν τῆ ἱδίᾳ ἐφρούρει σκηνῇ, αὐτὸς δὲ τὸ βασιλικὸν χρυσίον ἀνειληφώς ἐποιεῖτο τὴν διανομὴν ὡς ἡβούλετο μεθʹ ὑπερογῶν. ἔτυχε δὲ τότε παραστρατοπεδύων ἐγγὺς ὁ πατρίκιος Λυκάνθης, καὶ τῶν Πισιδῶν καὶ Λυκαόνων ἡγούμενος. Οὗτος τὰ εἶς τὸν Ὁὑαρᾶν συμβεβηκότα ἀκουτισθες, καὶ τυραννίδος ἐπίθεσιν, ὥσπερ ἧν εἰκὸς, τὴν πρᾶξιν ὑπολαβών ν γὰρ τῶν τοῖς ἑῴοις ἄρχουσι βεβουλευμένων ἀμύητος], καθοπλίσας τὰ δύο τῶν Ἀνατολικῶν τάγματα ἐπιτίθεται τῇ σκηνῇ τοῦ ἡροεννίου, αὐτοκράτορα τὸν Μιχαὴλ εὐφημῶν. Καὶ τοῦτον μὴν δεσμεῖ κατασχὼν ἀπολύει δὲ καὶ τὸν Ὁψαρᾶν τῶν δεσμῶν, καὶ τὸν Βρυίννιον αὐτῷ παραδοὺς οὕτως ὡς εἶχε κλοιῶν, χρῆσθαι τούτῳ κελεύει ὡς βούλεται. Ὁ δὲ ἀνεφεὶς τῆς πίδης καὶ πράττειν ὃ θέλει κόριος γεγονὼς τοῦ μὲν Βρυεννίου εὐοέως ἐξορύττει τοὺς ὀψθαλμοὺς καὶ ἐς βασιλία τοῦτον δεσμώτην ἐκπέμπει, μηνύσας καὶ τῆν τολμηθεῖσαν ἀποστασίαν· ὁ δὲ προσέμενε τῷ τόπῳ ὡς τάχα τὴν εἰς τὸν λοιπὸν λαὸν διενεργήσων Ἐιανομήν. Καὶ ὁ μὲν Βρυέννιος τοιαύτας ἀπέδωκε δίκας τῆς ἑαυτοῦ προπετείας καὶ αὐθαδείας, ἵνα μὴ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
