# Compendium Historiarum 2.183

Georgius Cedrenus, Compendium Historiarum, 2.183. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.183
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.183

σιν σιν, μηδὲ πληροφορίαν ἐσχηκὼς εἰ προσδεχθήσεται. Καὶ διὰ τοῦτο ἡργει, καὶ ἀναδύεσθαι ἐδόκει τοῖς Ἀὴ καλῶς ἐσοοχασμένοις τῶν κατ´ αὐτόν· Ἔ-ου χον, γὰρ τῷ τότε καιρῷ δύο τάγματα Φραγγικὰ καὶ Ῥωσικὸν ἕν ἐπιχωριάζοντα τῷ τόπῳ πρὸς παραχειμασίαν· περὶ ὧν πλέον ἐφρόντιζεν, ἵνα μὴ συναισθήσεως γενομένης συλληφθεὶς ὑπ´ αὐτῶν ἐκπεμφθείη τῷ βασιλεῖ. Ταῦτα πάντα δεδοικὼς ἐπεῖχεν αὐτὸν μέχρις ἂν ἀσφάλειαν περιποιήσηται ἑαυτῷ. Ἤδη δὲ μέλλων ἐπιχειρεῖν, τῷ ἔργῳ, καὶ ἑαυτοῦ θεράπουσι καὶ συγγενέσι πρότερον τὴν ἐπιβουλὴν ἀνα καλύψασς καὶ ἤδη χεῖρα περὶ αὐτὸν συστησάμενος ἀνδρῶν χιλίων, λοιπὸν καὶ τῶν οὐ πάνυ βεβαίων ἀποπειρᾶσθαι ἤρχετο, καθ´ ἔνα μὲν πρότερον τῶν ἐπισημοτέρων τοῦ τόπου ἀπτόμενος, εἶτα καὶ κατὰ μικρὸν τῶν γενναιοτέρων καὶ τῶν στρατιωτικωτέρων ἀποπειρώμενος. Ἐπεὶ δὲ ἠδυνήθη τέως τοὺς ἐπιση μοτέρους πρὸς ἑαυτὸν ἐπισπάσασθαι, λοιπὸν ἤρξατο καὶ τοῖς πλήθεσι παρέχειν πεῖραν· γράμματα γὰρ πλασάμενος βασιλικὰ ὡς εἴη προστεταγμένον αὐτῷ ἀνειληφότι τὰ τῶν συμμάχων τρία τάγματα καὶ τοὺς δύο τῶν τε Κολωνειατῶν καὶ τῶν Χαλδίων ἀνελθεῖν κατὰ τοῦ Σαμοὺχ, καὶ τὰ πέντε ταῦτα κατὰ τὴν πεδιάδα τῆς Νικοπόλεως ἀθροισθῆναι κελεύσας αὐτὴν πεῖραν προσκγαγεν· ἐφ´ ἐκάστῃ γὰρ ἡμέρᾳ. ἀδνούμιον πλαττόμενος, πρωίθεν ἐξιππαζόμενος καὶ πόρρω τῶν ἄλλων ἀφιστῶν, πρῶτον μὲν ἀκάλει τὸν ἡγεμόνα καὶ τὴν βουλὴν ἀνεκάλυπτεν, ὡς ἀνάγεη τοῖν δυοῖν θάτερον πρᾶξαι, ἢ συνθέσθαι τοῖς παρ´ αὐτοῦ λεγομένοις ἢ τῆς κεφαλῆς ἀφαίρεσιν ὑποστήσεσθαι, εἶτα τάζιν μίαν ἐκάλει καὶ πάλιν ἄλλην, καὶ τὸν ἴσον τρόπον ποιῶν πάντας καὶ ἄκοντας ὥρκισε. Καὶ πρῶτον μὲν ὑπηγάγετο τὰ δύο Ῥωμαϊκὰ τάγματα, μετ´ ἐκεῖνα δὲ καὶ τοὺς οἰκείους, ἔπειτα καὶ τοῖς ἐξ ἐθνῶν προσήγαγε τὰς προσβολάς. Ῥᾳδίως δὲ τούτους καταπληξάμενος καὶ ὅρκυῳ ἐμπεδωσάμενος καὶ ἤδη ἐν τῷ ἀφόβῳ γενόμενος, τοὺς Σεβαστηνοὺς καὶ τοὺς Μελιτηνοὺς καὶ τοὺς ἐκ τῆς γεφρικῆς καὶ τῶν λοιπῶν Ἀρμενίων ἄρχοντας καὶ στοατιώτας συναθροίσας ἥψατο τῆς πορείας, προάγγελον στείλας πρὸς τὸν Κομνῃνὸν, ὡς εἰη τε τὰ κατ´ αὐτὸν εὖ διαθείς, καὶ ὡς ἧδη κάτεισι μετὰ βαρείας δυνάμεως· Αὖται δὲ αἱ ἀγγελίαι θυμηδίας τε καὶ λήματος ἐμπιπλῶσι τὸν Κομνηνὸν, καὶ ἕως ἐκείνου ἀτολμοτατος καὶ κατεπτηχώς ὅπάρχων τολμηρότερος ἀπ´ ἐκείνου καὶ θαῤῥαλεώτερος γίνεται Ὃιμως προσίμενε τὴν ἐκείνου παρουσίαν. Ὁ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
