# Compendium Historiarum 2.185

Georgius Cedrenus, Compendium Historiarum, 2.185. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.185
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.185

καὶ οἱ τοῦ ἀντιθέτου μέρους, καὶ ἀλλήλους ἐπιμιγνύμενοι οἷα ὁμόφυλοι καὶ συγγενεῖς καὶ φίλοι, προετρέποντο ἀλλήλους, οἱ μὲν τὰ βασιλέως φρονοῦντες τὸν Κομνηνὸν καταλιπεῖν παρακαλοῦντες, τύραννον ἄνδρα καὶ ἀποστάτην, καὶ τῷ βασιλεῖ προσχωρῆσαι, καὶ μὴ δι´ ἐπιθυμίαν καὶ ὅρεξιν ἐνὸς ἀνδρὸς ἐς τοσοῦτον κίνδυνον ἐλθεῖν στε μετὰ μικρὸν μὴ μόνον ἕκπτωσιν στρατιᾶς καὶ περιουσίας ὑποστῆναι, ἀλλὰ Σαὶ αὐτὸ τὸ τλωκθτατον ἀποβαλεῖν κινδυνεῦσαι τῶν ὀμμάτων φέγγος, ἐκείνων δὲ πάλιν καταλιπεῖν παραινούντων τὸν βασιλέα, ὅνομα μόνον ἕχοντα βασι. λέως, τἄλλα ἄνδρα σαπρὸν καὶ κρονόληρον καὶ ἀχρεῖον, ὑπὸ εὐνούχων ἀρχόμενον, καὶ προσρυῆναι τῷ Κομνηνῷ, ἀνδρὶ κατὰ χεῖρα γενναίῳ καὶ λαμπρῷ καὶ διαφανεῖ τοῖς προηγησαμένοις στρατηγήμασιν, ἐφ´ ᾧ πᾶσα ἡ τῶν Ῥωμαίων ἰσχὺς ὡσπερ ἐκ κύκλοιν γραμμαὶ πρὸς αὐτὸν ὡς εἴς τι σημεῖον νενεύκασιν ἐν ἴσῳ καὶ ἀπαραλλάκτῳ βουλήματι. Ἀλλὰ ταῦτα λέγοντες οὐκ ἔπειθον ἀλλήλους. Τοῦτο δὲ ἐγίνετο ἐξεπίτηδες, τῶν ἀρχηγῶν ἐκατέρων τῶν στρατευμάτων πεμπόντων τινὰς τῶν ἐπιτηδείων εἰς τὸ προδιαλέγεσθαι τοῖς τοῦ ἀντιπάλου στρατεύματος στρατιώταις καὶ καθόσον οἶον τε τοὺς πειθομένους ἐφέλ. κεσθαι. Ὡς δὲ ἐπὶ χρόνον τινὰ τὴν διάπειραν ἐποιοῦντο καὶ οὐδεὶς προσεῖχε τοῖς λεγομένοις τὸν νοῦν, μετὰ πλείστης δὲ φειδοῦς καὶ ὁ Κομνηνὸς τὰς ξολείας καὶ τὰς χορτολογίας ποιεῖσθαι παρηγγύα καὶ μὴ πόρρω τῆς στρατοπεδείας ἀφίστασθαι, τότε δὴ οἱ περὶ τὸν δομέστικον, καὶ μᾶλλον οἱ Μακεδόνες, ὑπόπτωσιν καὶ δειλίαν εἶναι τὴν ὑποστολὴν οἶηθέντες πολεμητέον εἶναι ἐδόκουν. Οἷς καὶ ὅκοντες πειαθέν-ες στρατοπεδεύονται κατὰ τὸν λεγόμενον Πετρόην, οὐ Κπάνυ πόρρω κείμενον τῆς ἐναντίας παρεμβολῆς, ἀλλ´ ἔσον ἀπὸ σταδίων πεντεκαίδεκα. οὕτω δὲ τῶν δυνάμεων ἔγγιστα γενομένων ἀλλήλαις, καὶ τοὺς στρατηγοὺς βιαζομένων ἐξάγειν καὶ μὴ κωλύειν, ἀναπείθεται μὲν ὁ Κομνηνὸς καὶ τὰς οἰκείας ἐκβάλλει φάλαγγας καὶ πρὸς παράταέιν ἴστησι. τοῦ μὲν εὐωνύμου κέρατος κατάρχειν προχειρίσας τὸν Κεκαυμένον, τὸ δεξιὸν ἔχοντος Ῥωμανοῦ τοῦ Σκληροῦ, αὐτὸς δὲ ἐν μέσοις ἐτάττετο, ἀναπείθεται δὲ καὶ ὁ δομέστικος σὺν τῷ Ἀαρὼν, καὶ τὸν οἰκεῖον ἐξαγαγὼν λαὸν ἀντιμέτωπον ἵστησι τοῖς ἐναντίοις. Τοῦ μὲν οὖν δεξιοῦ κερως ἄρχων ἦν Βασίλειος ὁ Ταρχανιώτης, στρατηλάτης τότε τυγχάνων τῆς Δύσεως καὶ πάντων τῶν Μακεδόνων ὤν ἐξοχώτατος ὡς καὶ γένει καὶ φρονήσει καὶ ἐμπείρίᾳ Ρ. ΘΟ] διαπρεπέστατος· τὸ δὲ εὐώνυμον ἐγκεχείριστο ὁ μάγιστρος Ἀαρὼν, ἔχων στρατηγοὺς τὸν Λυκάνθην καὶ τὸν Πνυέμιον καὶ Ῥανδοῦλφον πατρίκον τὸν Φράγγον. Τοῦτον δὲ πὸν τρόπον γενομένης τῆς παρατάξεως κατά τινα τόπον Ἄδην παρὰ τῶν ἐγχωρίων ὀνομαζόμενον, ὡς ἐδόοη τὸ τοῦ πολέμου σύνθημα καὶ προσέῤῥαξαν ἀλλήλαις αἱ δυνάμεις, τρέπεται μὲν ὁ Ἀαρών τὸ δεξιὸν μερος καὶ μέχρις αὐτοῦ διώκει τοῦ χάρακος,

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
