# Compendium Historiarum 2.186

Georgius Cedrenus, Compendium Historiarum, 2.186. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.186
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.186

ἐμνετο εὐλαβὴς καὶ τοῦ σκυλεῦσαι ἀπέσχετο τὴν παρεμβολὴν, ἧδη καὶ τοῦ Κομνηνοῦ κατασεισθέντος καὶ φυγεῖν εἰς Νίκαιαν ἀποβλέποντος. Ὁ δὲ Κεκαυμένος τὸ κατ´ αὐτὸν τρεψάμενος ἀκριβῶς οὐκ ἐπέσχε τὸν δίωῖιν. ἀλλ· ἔχοις αὐτοῦ τοῦ χάρακος φθάσας αὐτόν τε ῥήγνυσι, καὶ ἔσω γενόμενος καὶ τὰς σκηνὰς διαρπάσας καὶ τοῖς ἐίφεσι ταύτας κατατεμών εἰς γῆν ἔῤῥιῳεν. Ὅπερ θεαρὲν τοῖς πόῤῥωκειτο γὰρ ἡ παρεμβολὴ ἐπὶ τόπου δίαομα ἔχοντος] θάραος μὲν ἐνέβαλε τοῖς ἀμφὶ τὸν Κομνηνὸν, δειλίαν δὲ τοῖς περὶ τὸν Ἀαρών· σεσυλημένο Κγὰρ ἐδόντες τὸν χάρακα οἱ μὲν ἀνηλάλαξαν, οἱ δὲ πρὸς φυγὴν ὥρμησαν. Καὶ πίπτει μὲν ἀπὸ τοῦ μέρους τοῦ βασιλέως λαὸς πολὺς, κατ´ ἐξαίρετον δὲ Μακεδόνες, οὐ μόνον ἀπὸ τοῦ στρατιωτῶν, ἀλλ καὶ στρατηγοὶ πολλοί, ὁ Μαυροκατακαλών, ὁ Πνυέμιος, ὁ Κατζαμούντης και ἄλλοι οὐκ ὀλίγοι, ἑάλωσαν δὲ καὶ πολλῷ πλείους τῶν ἀναιρεθέντων. Ἐν ταύτῃ τῇ μάχῃ φασὶν, ὅτι τῶν περὶ τὸν βασιλέα τραπέντων Ῥανδοῦλφος ὁ Φράγγος εἰς μέσους περιπλανώμενος τούς τε φεύγοντας καὶ τοὺς διώκοντας ἐξήτει συμπλακῆναί τινι τῶν ὀνομαστῶν Ἐπεὶ δὲ μάθοι ὡς Νικηφόρος δίεισιν ὁ Βοτανειάτης, τοὺ- ἄλλους καταλιπὼν ἀπήει πρὸς ἐκεῖνον, πόρρωθεν κράζων καὶ μένειν παρεγγυώμενος, δηλῶν καὶ τοῦνομα ὄστις εἴη καὶ ἐφ´ ᾧ προσκαλεῖται. Ὅπερ γοὺς ὁ Βοτανειάτης ἵστησι τὸν δρόμον, καὶ ἐγγίσαντι τῷ Ῥανδούλφῳ προσμίγνυται, καὶ παίει μὲν ἐκεῖνος τῷ ξίφει τὴν ἀσπίδα τοῦ Ῥανδούλφου καὶ τέμνει διχῆ, παίει δὲ ὁ Ῥανδοῦλφος αὐτὸν κατὰ τῆς κόρυθος, διολισθῆσαν δὲ τὸ ἔίφος οὐκ ἔβλαύε· διὸ καὶ συνδραμόντες πρὸς τὸν Βοτανειάτην ἕτεροι χειροῦνται ζωγρίαν τὸν ἀνδρα καὶ ἐς τὸν Κομνηνὸν ἀπάγουσιν. Ἔπεσον δὲ καὶ τῶν ἐκ τοῦ Κομνηνοῦ στραεηγὸς εἷς, Λων ὁ Ἀντίοχος, [καὶ στρατιῶταί τινες. Γενομένης δὲ τῆς ἥττης καὶ τῶν ἐκ τῆς τροπῆς καὶ τοῦ πολέμου διασωθέντων ἐς τὸν θασιλέα ἐλθέω των ἄμα τῷ δομεστίκῳ καὶ τῷ Ἀαρὼν, αὐτὸς μὲν ἀπεγνώκει τὰ πράγματα καὶ ἡδη προσδόκιμος ἡν τῶν πάντων ἀφέμενος καταφυγὴν καὶ σωτηρίαν ζητεῖν· ἀλλ´ οἱ περὶ αὐτὸν οὐ συνεχώρησαν τουτο ποιῆσαι, ἀλλ μένειν παρεκάλουν καὶ τελευτᾷν εὐγενῶς, εἰ δεήσει, περὶ τῆς βασιλείας. άλιν μὲν οῦν στρατολογεῖν καὶ πρὸς δευτέρας ἀντιπαρατάξεις, χωρεῖν ὀχληρὸν καὶ ἀσύμφορον [ΡβΟβ] ἐνομίζετο, ᾤετο δὲ περιέσεσθαι, εἰ τὴν τῶο πολιτῶν εὔνοιαν Ἀπισπάσοι· ὅθεν καὶ τούτους περιεῖπε καὶ δώοοις συνεῖχε καὶ φιλοτιμήμασιν, Ὁ δὲ Κομνηνὸς τὰ ἐναντία θραύσας στρατεύματα καὶ διασκεδάσας, ἀπαναστὰς ἐν Νικαίας τριταῖος εἶς Νικομήδειαν ἱρχεται Ἐκεῖσε δὲ αὐτῷ γενομένῳ φθάνουσι καὶ πρεσβευταὶ βασιλέως, ὁ πρόεδρος Κωνσταντῖνος ἀ Αειχοὔδης, ὁ πρόεδρος Θεόδωρος ὁ Ἀλωπὸς, Κωνσταντῖνος ὁ Ψελλὸς ὁ τῶν φιλοσόφων ὕπατος, Οὖτοι γὰρ οἱ τρεῖς ἄνδρες ἐπὶ σοφίᾳ καὶ λόγου δυνάμει τῶν κατὰ τὴν ἡμέραν ἐκείνη. ἀνθρώπων διαφέρειν δοκοῦντες, κκὶ ἀσυγκρίτως ὁ Ἐελλὸς, ἐξελέγησαν εἰς τὸ πρεσβεῦσαι· καὶ προσεδόκησεν ὁ βασιλεὺς μινάλα καταπράξασθαι διὰ τῆς ἐκείνων εὐστομίας καὶ χάριτος. Ὑπισχνεῖτο δὲ ἡ πρεσβεία καταθέμενον τὰ πλα τὸν Κομνηνὸν αὐτὸν μὲν υἱοθετηθῆναι παρὰ τοῦ βασιλέως καὶ Καίσαρα ἀναρῥηθῆναι, πᾶσι δὲ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
