# Compendium Historiarum 2.188

Georgius Cedrenus, Compendium Historiarum, 2.188. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.188
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.188

τοὺς αὐταδίλφους καὶ ἰδίους ἀνεψιούς καὶ δι αὐτῶν τὰς πευσεις προσενεχθῆναί οἱ κελεύοντος, οἱ συνελθόντες καὶ ἀλλο πλῆθος προσλαβόμενυι οὐκ ἀλίγονδη γὰρ τῆς φήμης διαδοθείσης συνέτρεχον πανσυδὺ, οὐ μόνον οἱ τοῖς νεωτερισμοῖς ἐπιχαίοον. τες, ἀλλὰ καὶ τῶν συνετωτίρων οὐκ ὁλίγοι καὶ τῶν συγελητικῶν πλῆθος, ὅσοι μὴ ἱκανῶς παρὰ τοῦ βασιλέως ἐθεραπεύθησαν περισχόντες τοὺς τοῦ πατριάρχου ἀνεψιοὺς ἀπάγειν ἡπείλουν, εἰ μὴ τάχιον αὐτὸς καταβαίη πρὸς τούτους. Ὁ δὲ εἴτε ἄκων, οὐκ οἷδα, ἢ´ ἑκών, ὡς ὁ τῶν πλειύνων οἷχε λόγος, τὴν ἱερατικὴν περιθέμενος διπλοίδα καὶ τὰ λοιπὰ παράσημα τῆς ἀρχιερωσύνης ἀναλαβών κάτεισιν ἀωκιζόμενος καὶ δεινὰ πάσχοντι ἐυικώς· ἧσαν δὲ αῦτα πάντα σκηνὴ, ὡς τὰ πράγματα ἔδειξαν. Κατ κλθόντα γὰρ ἐκεῖνον εὐθέως οἱ ἀνάπται τοῦ πλήθους παρειληφότες, καὶ θρόνον ἐνεγκόντες, ἐπὶ τοῦ δεξιοῦ μέρους καθίζουσι τοῦ ἁγίου βήματος. Καὶ πρῶτον μὲν, ὡς ἐν προσχήματι τάχα, πρεσβευτὴν αὐτὸν παρεκάλουν ὧς βασιλέα γενέσθαι, ὅπως ἀποδοθείη αὐτοῖς τὸ ὑπογραφὲν παρ´ αὐτῶν ἔγγραφον, ὡς ἤδη τοῦ βασιλέως σπεισαμένου τῷ Κομνηνῳ καὶ βασιλέα ἀνειπόντος αὐτόν. Τοῦ γὰρ ἐγγράφου σωζομένου ἀδιαῥῥήκτου, δυοῖν ἀτόποιν δάτερον Ιφασκον ἐξ ἀνάγεης ἔψεσθαι· ἢ γὰρ εὐφημήσαντες αύτλν ὡς Βασιλία ἐπιορκήσουσιν, ἢ ὡς ἐνυβρίσαντες εἰς βαστλέα κολασθήσονταί. Ὁ δὲ πρῶτον μὲν ἀνελάμβανεν αὐτοὺς, καὶ πληρώσειν τὸ αἴτημα τούτων κατεπηγγέλλετο. Εἶτα μικροῦ διαλιπόντος καιροῦ πάντων ἀφέμενοι αὐτοκράτορα βασιλέα ἀναγορεύουσι τὸν Κομνηνὸν, καὶ τοὺς ὅσοι μὴ τοῦτο βούλονται ἐχθροὺς Ῥωμαίων καὶ ἐποστάτας ὡνάμαζον, καὶ διαρπάζεσθαι τὰς οἰκίας αὐτῶν ὑπὸ τοῦ πλκθους ἐδοκίμαζον, αὐτοῦ τοῦ πατριάρχου πρώτοῦ διὰ τοῦ τῆς ἐκκλησίας δευτερεύοντος Στεαάνου συμπαρόντος καὶ συνευδοκοῦντος, καὶ Θεοδώρου τοῦ [ Ἀντιοχείας πατριάργου τὴν ἀνάῤῥησιν τῆς εὐφημίας βοησαντος, καὶ τοὺς οἵκους τῶν ἐν ὁπεροχαῖς, ὅσοι μὴ ἡρέσκοντο τοῖς γινομένοις, ἀνασκάπτειν καὶ διαρπάτειτ προτρέποντος. Καὶ ταῦτα μὲν ἔπραττεν ὅσωθιν τοῦ θείου καὶ περιωνύμου ναοῦ· ἄγγελον δὲ πρὸς τὸν Κομνηνὸν πέμψας, καὶ πρός τὸν γέροντα ἄλλους, ἐκείνῳ μὲν μηνύει σπεάδειν καὶ μὴ βραδύνειν, καὶ μισθὸν ἀπῄτει τῆς συνεργίας ὡς ἡδη τέλος ἐχούσης τῆς αὐτοῦ ἐφέσεως, τούτῳ δὲ κατιέναι τῶν ἀνακτύρων κατ´ οὐδὲν αὐτῷ ποοσηκόντων. Κἀκ τούτου τοῖς πᾶσιν ἀπροφάσιστος ἐφνη ἀ πατριάρχης μὴ μόνον μτοχος ὥν ἀλλὰ καὶ πρωταίτιος τῆς ἀποστασίας. Τοῦ δὲ τοὺς πεμφθένταε εἰς αὐτὸν μητροπολίτας ἐρωτύσαντος· Καὶ τί μοι ἀντὶ τῆς βασιλείας ὁ πατριάρχης παρέχεται; ἐκείνων δὲ ἀποκριναμένων· Τὴν οὐράνιον βασιλείαν, ἄγα τῷ λόγῳ τὴν πορφύραν ἀποβαλών καὶ τὰ κοων. κοβαφῆ πέλιδα, καὶ ἵδιωτικὴν ἐσθῆτα ἀμφιασάμενος, κάτεισι. Τοῦτο δὲ πάντως ἐγένετο ἂν ὡς ἐκεῖνός τε

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
