# Compendium Historiarum 2.189

Georgius Cedrenus, Compendium Historiarum, 2.189. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.189
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.189

λέσύλετο καὶ οἱ μητροπολῖται ὑπέσχοντο εἰ ἅμα τῆ ἀποστασίᾳ ψχετο λιπὼν τὰ βασίλεια· ἐγκαρτερήσας δὲ ἄχρι πολέμου, καὶ ἀνασχόμενος τοσαύτην πτῶσιν ἰδεῖν ἀνδρῶν ὁμοφύλων, εἶτα θραυσθεὶς καὶ κατασεισθεὶς ὕπὸ τῶν πολιτῶν καὶ ἄκων τῆς λασι λείας ὑπεξερχόμενος, οὐκ οἶδα εἶ ἀντιμισθίαν κομιεῖται τῆς ἐπιγείου βραιλείας [τὴν ἐπουράνιον, Ἀλλὰ τοῦτο μὲν, ὅπῃ τῷ Θεῷ φίλον, γενήσεται. Τοῦ δὲ κατὰ τὴν ἐν τῇ ἀκροπόλει οἰκίαν αὐτοῦ γενομένου ἡμέρᾳ τετράδι, τριακοστὴν πρώτην ἀγοντος τοῦ Αὐγούστου μηνὸς, τῆς δεκάτης ἐπινεμήσεως, εἰσέρχεται ὁ Κεκαυμένος κουροπαλάτης ὑπο τοῦ Κομνηνοῦ τιμηθεὶς μετά τινων οὐκ ὀλίγων εὐπατριδῶν τῇ εʹ πρωΐας διὰ δρόμωνος, καὶ εἰσελθών κρατεῖ τὰ ἀνκτορα. Ἔρχεται δὲ περὶ δείλην ὀψίαν καὶ ὁ Κομνηνὸς, καὶ εἴσεισιν ἐν αὐτοῖς, καὶ τῇ ἐπαύριον, πρώνην ἄγοντος τοῦ Σεπτεμβρίου μηνός, τῆς ιαʹ ἐπινεμήσεως, τοῦ ϛφξε ἔτους. δημοσίαν ποιησάμενος πρόοδον ἄπεισιν εἰς τὴν Μεγάλην Ἐκκλησίαν, κἀκεῖσε ἀνωθεν τοῦ ἄμβωνος διὰ τῶν χειρῶν τοῦ πατριάρχου τῷ βασιλικῷ ταινιοῦται διαδήματι καὶ βασιλεύς αὐτοκράτωρ Ῥωμαίων ἀναγορεύεται Ρ. βΟ Τὸν μὲν οὖν τρόπον ὃν εἴρηται τὴν βασιλείαν ὁ Κομνηνὸς ἀναζωσάμενος, δόξαν τε παρεσχηκὼς ἀνδρίας καὶ πεῖραν πολεμικής γενναιότητος,

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
