# Compendium Historiarum 2.19.1-14

Georgius Cedrenus, Compendium Historiarum, 2.19.1 to 2.19.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.19.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.19.1

δὲ ἀποκριναμένου, [ ὁ παιδαγωγὸς τοῦ βασιλέως Θεόδωρος ἔφη· «Διὰ τὸ ἀπολέσαι, ὧ δέσποινα, Λέοντα μὲν τὸν Φωκᾶν τὰ στοατόπεδα Κωνσταντῖνον δὲ τὸν παρακοιμώμενον τὸ παλάτιον ή τοιαύτη γέγονε κίνησις.ἡ Ὁ βασιλεὺς δὲ εἰς ἑαυτὸν τὴν ἐξουσίαν ἀπὸ τῆς μητρὸς ἐφελκόμενος τὸν πατριάρχην Νικόλαον σὺν τῷ μαγίστρῳ Στεφάνῳ ἀπήγαγεν ἐν τῷ παλατίῳ, καὶ τῇ ἐπαύριον στέλλουσιν Ἰωάννην τὸν Τουβάκην τὴν Αὐγοῦσταν τοῦ παλατίου καταβιβάσαι. Ἡ δὲ μετ´´ ὀλολυγῆς καὶ δακρύων τῷ ἐαυτῆς προσπλακεῖσα υἱῷ πρὸς σσμπάθειαν αὐτὸν μητρικὴν καὶ οἶκτον ἐκίνησε. ἀιὸ καί φησι πρὸς τοὺς ἄγοντας· «Ἐάσατε εἶναι μετ´ ἐμοῦ τὴν μητέρα μου.» Οἱ δὲ ἄμα τῷ λόγῳ ταύτην κατέλιπον. Προεβάλετο δ´ ὁ βασιλεὺς δομέστικον τῶν σχολῶν, διαδεξάμενος τὸν Φωκάν, τὸν μάγιστρον Ἰωάννην τὸν Γαριδᾶν, τὴν ἐκ τοῦ Λέοντος δεδοικώς ἐπανάστασιν. Τῇ αἰτήσει τε τούτου προεβλήθησαν υμεών ὁ υἱὸς αὐτοῦ καὶ Θεόδωρος ὁ χοναικάδελφος αὐτοῦ, ὁ Ζουφινέζερ, ἐταιρειάρχαι. Ὅρκοις τε οὖν καταληφθεὶς ὑπὸ τοῦ βασιλέως κατῆλθεν εἰς τὸν σἵεον αὐτοῦ, καὶ παραχρῆμα οἱ συγγενεῖς αὐτοῦ ἀπελύθησαν τῶν βασιλείων· ὅπερ μαθὼν ἐκεῖνος ἀγωνίᾳ καὶ φόβῳ ἐλήφθη. Εὐθὺς οὖν ἐξιππασάμενος ἀπῆλθε πρὸς τὸν Ῥωμανὸν τὸν δρουγγάριον, τὴν ὕβριν ἣν ὑπέστη καὶ τὸν προπηλακισμὸν διηγούμενος. Κοινοπραγήσαντες οὖν καὶ ὅρκοις ἀλλήλους κατασφαλισάμενοι, καὶ κῆδος εἰς τοὺς ἑαυτῶν ποιησάμενοι παῖδας, ἐν τῷ κρυπτῷ κατεῖχον τὸ σπουδαζόμενον. Ὁ δὲ Ῥωμανὸς, πέμψας εἰς τὸ παλάτιον περὶ τοῦ γεγονότος ἀπελογεῖτο, μὴ ἀνταρσίαυ εἶναι μηδὲ ἀπόστασιν ὀμνύμενος τὰ πραχθέντα· τὴν τοῦ Φωκᾶ δὲ ἐπίθεσιν ὑφορώμενος, φησί, καὶ δεδιὼς περὶ τοῦ βασιλέως μή τι καὶ πάθῃ φλαῦρον, ἐν τῶ παλατίῳ ἠβουλήθη ἀνελθεῖν καὶ φυλακὴν τούτου ποιήσασθαι καὶ τοῦ βασιλέως. Μὴ πιστεύοντος δὲ ποῦ πατριάρχου μηδὲ τὰ λεγόμενα δεχομένου, ἐπισπίρχει Θεόδωρος ὁ παιδαγωγὸς τὸν Ῥωμανὸν ἄραντα πάντα τὸν στόλον, ἀφικέσθαι πρὸς τὸ τοῦ παλατίου νεώοιον ἐν τῷ Βουκολέοντι, Μέλλοντος δὲ τούτου καὶ ἀναδυομένου, οἱ πρὸς τὴν λεληθυῖαν πρᾶξιν τοῦτον ἐνάγοντες ἀνέπεισαν καὶ ἄκοντα ποιῆσαι τὸ κελευόμενον, Ἀμέλει καὶ κατ´ αὐτὴν τὴν ἡμέραν τῆς ἑορτῆς τοῦ Εὐαγγελισμοῦ ἐξαρτύσας τὸν στόλον πολεμικῶς ἀφικνεῖται πρὸς τὸν Βουκολέοντα.

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
