# Compendium Historiarum 2.20

Georgius Cedrenus, Compendium Historiarum, 2.20. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.20
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.20

ῃ δὲ ἐ ἐβδομάσι τῶν ἀγίων Νηστειῶν δέδοται παρά Κωνσταντίνου τοῦ βασιλέως ἀῥῥαβῶν γαμικοῦ συναλλάγματος Ἐλένη τῇ θυγατρὶ Ῥωμανοῦ, καὶ τῇ τρίτῃ τῇ λεγομένῃ τῆς Γαλιλαίας στεφανοῦται μετ´ αὑτῆς παρὰ Νικολάου τοῦ πατριάρχου ὁ βασιλεὺς, τὸν Ῥωμανὸν βασιλεοπάτορα προβαλόμενος, καὶ ἀντ´ αὐτοῦ ἐταιρειάρχην Χριστοφόρον τὸν τοότου υἱόν. Καὶ μετὰ μικρόν Λέων ὁ Φωκᾶς ἀναπεισθείς ὑπὸ τῶν ἐαυτοῦ συγγενῶν καὶ εαγμάτων πρὸς ἀποστασίαν ἀπεῖδε, καὶ ἀποστείλας προσελάβετο μετ´ αὐτοῦ τὸν παρακοιμώμενον, Κωνσταντῖνον καὶ Ἀναστάσιον τοὺς Γογγυλίους καὶ αὐταδέλφους, καὶ Κωνσταντῖνον τὸν τῆς Μαλελίας, πληροφορῶν ἄπαντας ὑπερ τοῦ βασιλέως τὰ ὅπλα Κωνσταντίνου αἴρειν. Ῥωμανὸς δὲ χρυσόβουλλον ἐκθέμενος ἀνατροπὴν ἔχοντα τῆς τοῦ Φωκᾶ προφάσεως, καὶ τῆ χειρὶ τοῦ βασιλέως καὶ τῇ σφραγῖδι ταῦτ´· ἐμπεδώσας μετά τινος γυναικὸς ἐταιρίδος, ἣν διὰ τὴν τοιαύτην ὑπηρεσίαν καὶ Βασιλικὴν ὕστερον προσηγόρευσαν, ἐν τῷ τοῦ Λέοντος στρατοπέδῳ ἐξέπεμψε, καὶ ἕτερα δὲ μετά τινος κληρικοῦ Μιχαήλ ὄποσχέσεσι τιμῶν καὶ δωρεῶν διαφθείροντα τοὺς τῶν ταγμάτων ἐξάρχους καὶ τὸν λαόν. Ἀλλ´ οὗτος μὲν ὁ ιχαήλ φωραθεῖς ὑπὸ τοῦ Φωκᾶ καὶ τυφθεὶς άνηλεῶς ἀπετμήθη τὰ ὧτα· ἔλαθε δ´ ἡ γυνὴ ἐν τῷ στρατῷ διασπείρασα ἃ ἐπήγιτο. Πρῶτον οὖν ὁ τοῦ Βαρίος Μιχαὴλ υἱὸς Κωσταντῖνος, τοῦ τάγματος ἄρχων τῶν ἱκανάτων, καταλιπών τὸν Λέοντα τῷ Ῥωμανῷ προσεχώρησεν· ᾧτινι καὶ ὁ Βαλάντιος καὶ ὁ λεγόμενος Ἅτζμωρος, τουρμάρχαι καὶ ἄμφω ὄντες, ἐπηκολούθησαν. Λέων δὲ ὅμως ὁ Φωκᾶς τὴν Χρυσόπολιν καταλαβών, καὶ τὸν λαὸν παρατάξας κατὰ τὴν ἀντιπέραν ἐν τῷ κίονι ἱσταμένην λιθίνην δάμαλιν, ἐξεφόβει τοὺς ἐν τῇ πόλει. Ῥωμανὸς δέ μετὰ δρόμωνος τὸν ἐπὶ τοῦ κανικλείου Συμεὼν ἐκ. πέμψας πρὸς τὸν τοῦ ἀποστάτου λαὸν καὶ χρυσόβουλλον ἐνσεσημασμένον παρὰ τοῦ βασιλέως ἐνεχείρισεν αὐτῷ, καὶ παρηγγύησε πάντα τρόπον σπουλάσαι τῷ λαῷ τοότου ὕπαναγνῶναι. Ὁ δὲ τοῦ χρυσοβούλλου νοῦς εἴχεν οὕτως· Ἡ βασιλεία μου φύλακα αὐτῆς ἐγρηγορώτατον καὶ πιστότατον οὐδένα τῶν ὅπὸ χεῖρα ἢ Ῥωμανὸν εὑροῦσα, τούτῳ μετὰ βεὸν τὴν ἑαυτῆς φυλακὴν κατεπίστευσε, καὶ ἀντὶ πατρὸς αὐτὸν κρίνει, σπλάγχνα πατρικὰ πρὸς αὐτὴν ἐνδεικνόμενον. Λέοντα δὲ τὸν Φωκᾶν ἀεὶ ταύτῃ προσπτομένην

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
