# Compendium Historiarum 2.26

Georgius Cedrenus, Compendium Historiarum, 2.26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.26
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.26

δικβληθεῖς πρὸς τὸν βασιλέα, κατελθών τοῦ παλατίου, ἐν τῇ αὐτοῦ μονῇ τὴν κοσμικὴν ἀπεκείρατο τρίχα. Ἀφικομένους οὖν αὐτοὺς πρὸς τὸν Συμεὼν καὶ μέλλοντας κινεῖν λόγους περὶ εἰρήνης, τούτους μὲν ἀπεπέμψατο, αὐτὸν δὲ τὸν βασιλέα Ῥωμανὸν ἰπεζψτει θεάσασθαι· πεπληροφόρητο γὰρ ἄνδρα συνιὸν αὐτὸν εἶναι καὶ ἀληθῆ, Ἀσπασίως δὲ ὁ Ῥωμανός ἐδέξατο τοῦτο. Ἀποστείλας οὖν ἐν τῷ τοῦ Κοσμιδίου αἰγιαλῷ κατεσκεύασεν ἐν τῇ θαλάσσῃ ὀχυρωτάτην ἀπόβασιν, ὥστε τὴν βασιλικν τριήρη διεκπλέουσαν ἐν αὐτῇ προσορμίζεσθαι, περιφράξας αὐτὴν πάντοθεν διατειχίσμασι, σον δὲ θριγκίον γενέσοαι προσίταξεν, ἔνθα ἀλλήλοις ἔμελλον ὁμιλεῖν. Ὁ δὲ Συμεὼν ἀποστείλας ἐνέπρησε τὸν τῆς Ὑπεραγίας Θεοτόκου ναὸν τὸν ἐν τῆ Πηγῇ, ὃν ὁ βασιλεὺς Ἰουστινιανὸς ἐδομήσατο, ἐπυρπόλησε δὲ καὶ τὰ κύκλῳ σύμπαντα, καὶ δῆλος ἦν ἐκ τούτου μὴ εἰρήνην ζητῶν. Ὁ δὲ βασιλεὺς ἐν τῷ ναῷ γενόμενος τῶν Βλαχερνῶν ἄμα τῷ πατριάρχῃ, καὶ ἐν τῇ Ἀγία Σορῷ εἰσελθὼν καὶ Ἰκετηρίας ψδὰς ἀποδοὺς τῷ Θεῷ, τὸ ὡμοφόριον τῆς Θεοτόκου λαβών λξῄει τοῦ ναοῦ, ὅπλοις ἀσφαλέσι φραξάμενος. Τὸν σον αὐτῷ οὖν στόλον κοσμήσας ἁριπρεπῶς τὸν ὡρισμένον κατείληφε τόπον, Ἐννάτη τοῦ Νοεμβρίου μηνὸς Χν ὅτε ταῦτα ἐγίνετο. Παρεγένετο δὲ καὶ ὁ Συμεὼν, πλῆθος ἐπαγόμενος εἰς πολλὰς διῃρημένον τὰς παρατάξεις καὶ τὰς ἱδας· οἱ μὲν γὰρ ἧσαν χρυσάσπιδες καὶ χρυσᾶ δόρατα ἔχοντες, οἱ δὲ ἀργυράσπιδες, αἱ δὲ χαλκάσπιδες, οἱ δὲ ἄλλῃ χροιᾷ ὥς πη ἀκάστῳ ἀδόκει, ἐκεκόσμηντο. Οτινες μέσον αὐτὸν εἰληφότες τὸν Συμεών ὡς βασιλέα εὐφήμουν Ῥωμαῖκῇ τῇ φωνῇ. Πάντες δὲ οἱ ἐν τέλει καὶ ὁ ἀστικὸς δῆμος ἐκ τῶν τειγῶν ἐρεῶντο τὰ δρώμενα. Πρῶτος οὖν ὅ βασιλεὺς Ῥωμαὸς τὴν εἰρημένην ἀποβάθραν καταλαβών τὸν Συμεών ἐξεδέχετο. Ὅμηρα δὲ δόντες ἀλλήλοις, καὶ τὴν ἀποβάθραν οἱ Βούλγαροι διερευνήσαντες ἀκριβῶς, μή πού τις δόλος ἢ ἐνέδρα κρύπτηται, τότε κατελἈεῖν τὸν Συμεὼν τοῦ ἵππου προστρέψαντο καὶ εἰσελκαῆν πρὸς τὸν βασιλέα. Ἡσπάσαντο γοῦν ἀλλήλους, καὶ περὶ εἰρήνης ἤρξαντο διαλέγεσθαι. [Ρ. Οά] 2ασὶ δ´ οὖν εἰπεῖν τὸν Ῥωμανὸν πρὸς τὸν Συμεών· α Ἀκήκοά σε Χριστιανὸν ἄνθρωπον καὶ θεοσεβῆ, βλέπω δὲ τὰ ἔργα μηδαμῶς τοῖς λόγοις συμβαί- «αντα Εἶ μὲν γὰρ ἀληθῶς Χριστιανὸς ὑπάρχεις, στῆσον ποτε τὰς ἀδίκους σφαγὰς καὶ τὰς χύσεις τῶν ἀνασίων αἱμάτων, καὶ σπεῖσαι μεθ´ ἡμῶν τῶν Χριστιανῶν, Χριστιανὸς καὶ αὐτὸς ὥν καὶ ὀνομαζόμενος, καὶ μὴ θίλε μολύνεσθαι Χριστιανῶν δεξιὰς αἴμασιν ὁμοπίστων Χριστιανῶν. Ἄνθρωπος εἶ καὶ αὐτὸς, θανατον προσδοκῶν καὶ ἀναστασιν, καὶ κρίσιν, καὶ ἐνταπόδοσιν τῶν βεβιωμένων. Σήμερον ὑπάρχεις, καὶ αὔριον εἰς κόνιν διαλυθήσῃ. Εἰ πλούτου ἐρῶν ταῆτα ποιεῖς, ἐγώ σε τούτου ἐμπλήσω εἰς κόρον. Μάπον ἄσπασαι τὴν εἰρήνην καὶ ἀγάπησον τὴν ὁμόνοιαν, ἵνα καὶ αὐτὸς βίον ζήσῃς εἰρηνικὸν καὶ ἀναίμπιτον, καὶ οἶ Χριστιανοὶ παύσωνταί ποτε κατ´

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
