# Compendium Historiarum 2.30

Georgius Cedrenus, Compendium Historiarum, 2.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.30
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.30

ῥητῷ, μέχρις Δν Θεοφύλακτος ὁ τοῦ βασιλέως υἱὸς εἰς μέτρον φθάσῃ τῆς νομίμου ἡλικίας, Τῷ αὐτῷ Δν μηνὶ γέγονε χειμών ἀφόρητος, ὡς κρυσταλλωθῆναι τὴν γῆν ἐπὶ ἡμέρας ἑκατὸν εἴκοσι. Ἐπηκολούθησε Δν τῷ χειμῶνι καὶ ὁ μέγας λιμὸς, τοὺς πώποτε γενομένους ὑπερβαλλόμενος, καὶ θάνατος ἀπὸ τούτου, ὡς μὴ δύνασθαι τοὺς ἵῶντας τοὺς τεθνεῶτας ἐκκομίζειν, τοῦ βασιλέως πολλὴν πρόνοιαν ποιησαμένου κατὰ τὸ δυνατὸν καὶ τοῦ χειμῶνος καὶ τοῦ λιμοῦ δι´ εὐποιιῶν Πέτρῳ Δν τῷ Βουλγάρων ἄρχοντι ἐπέθετο Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ μεθ´ ἑτέρων τῶν μέγα δυναμένων ἐν Βουλγαρία. Καὶ φωραθεῖς αὐτὸς μὲν Σύπτεται καὶ καθείργνυται, οἱ Δν λοιποὶ πάντες τοῖς ἐσχάταις ὑπεβλήθησαν τιμωρίαις. Δῆλα Δν ἔοετο καὶ τῷ βασιλεῖ Ῥωμανῷ Πέτρος τὰ γεγενημένα. Ἄπερ μαθὼν οὗτος τὸν μοναχὸν Ἰωάννην τόν ποτε ῥαίκτωρα πέπομφε, προφάσει μὲν ἀλλαγίου, τῇ δʹ ἀληθείᾳ Ἰωάννην ποικιλοτρόπως εὑρεῖν καὶ εἰς Κωνσταντινούπολιν ἀγαγεῖν. Ὁ δὴ καὶ γέγονε· καὶ δυνηθεὶς ὁ ῥαίκτωρ ἀποκλέψαι τὸν Ἰωάννην, ἐν πλοίῳ ἀπὸ Μεσημβρίας εἰσελθὼν, ἄμα αὐτῷ τὴν βασιλίδα κατέλαβε. Καὶ μετ´ οὐ πολὺ τὰ μοναχικὸν ἀποῤῥίψας σχῆμα καὶ γυναῖκα αἰτήσας λαβε, προσέλαβε Δν καὶ οἶκον καὶ κτήματα πάμπολλα. Καὶ Μιχαὴλ Δν ὁ τοῦ Πέτρου ἕτερος ἀδελφὸς, τὴν Βουλγαρικὴν ἱμειρόμενος κατασχεῖν ἐξουσίαν, [βΘΒ] φρούριον καταλαβών ἐρυμνὸν ἀνέσειε τὰ Βουλγάρων, καὶ πολλοὶ προσεῤῥύησαν αὐτῷ. Μετὰ μικρὸν Δν τούτου ἀποθανόντος δεδιότες οἱ προσροέντες τὴν τοῦ Πέτρου ἀγανάκτησιν, ἐπῆλθον ταῖς Ῥωμαϊκαῖς χώραις διὰ Μακεδονίας καὶ Στρυμόνος καὶ Ἑλλάδος, καταλαβόντες τῆν Νικόπολιν, πάντα τὰ ἐν ποσὶ ληίσάμενοι καὶ τέλος ἐν αὐτῇ σαββατίσαντες οἵτινες βστερον διαφόρως καταπολε μηθέντες ὑποχείριοι Ῥωμαίων ἐγένοντο. Κατὰ τούτους τοὺς χρόνους ἔπεσε λίθος ἀπὸ τῆς ἐν τῷ φόρῳ ἀψῖδος, ὅν κοσμίτην καλεῖν εἰώθασι, καὶ ἀπέκ τεινεν ἄνδρας ἑξήκοντα. Ἐγένετο Δν καὶ ἐμπρησμὸς φοβερὸς ἕγγιστα τῆς ὑπεραγίας Θεοτόκου τοῦ φόρου, καὶ ἐπυρπολήθη ὁ ἔμβολος ἄχρι τῶ λεγομένων πχῶν. Ἐτελεύτησε Δν καὶ Χριστοφόρος ὃ βασιλεὺς, μηνὶ Αὐγούστῳ, ἰνδικτιῶνος ιδ´, καὶ ἐτάφη ἐν τῆ μόνῇ τοῦ πατρὸς αὐτοῦ. Τοῦ ῥητοῦ Δν χρόνου τελεσθέντος θν ἔθετο Τρύφων ἃ πατριάρχης, οὐκ ἤθελε κατελθεῖν τοῦ θρόνου ὡς ὃπεσχετο, ἀλλὰ κρίσεις ἐζήτει καὶ αἰτιάματα κατ´ αὐτοῦ προβληθῆναι δι´ ἃ τῆς Ἐκκλησίας ἐκβάλ λεται. Ἃμηχανοῦντος δʹ´ ἐπὶ τούτῳ τοῦ βασιλέως καὶ μὴ ἔχοντος ὅ τι καὶ χρήσαιτο, ὁ Καισαρείας βεόφάνης, ὃν δὴ καὶ Χοιρινὸν ἐκάλουν, κωτίλος ἀνῆρ, ἀλύοντα βλέπων τὸν βασιλέα καὶ τὸν ἐμπαιγμὸν καὶ τὴν ἀπάτην μὴ φέροντα, ὑπέσχετο αὐτῷ εἰς τέλος ἄξαι τὸ σπουδαζόμενον. Ἀποδεξαμένου Δν τοῦ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
