# Compendium Historiarum 2.32

Georgius Cedrenus, Compendium Historiarum, 2.32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.32
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.32

τῷ υἱῷ ὁ βασιλεὺς Ῥωμανὸς Ἀνναν τὴν θυχατίρα τοῦ Γαβαλᾶ· ἀμα δὲ τῷ νυμφικῷ στιφάνῳ καὶ τὸ τῆς βασιλείας διάδημα αὐτῇ ἐπετίθετο. Ἐγένετο δὲ καὶ εἰσβολὴἡ Τούρκων κατὰ Ῥωμαίων, Ἀπριλλίῳ μηνί, ἰνδικτιῶνος ζ, καὶ κατέδραμον κᾶσαν τὴν δύσιν μέκρι τῆς πόλεως. Ἀπεστάλη γοῦν ὁ πατρίκιος Θεοφάνης καὶ πρωτοβεστιάριος, καὶ ἀλλάγιον μετ´ αὐτῶν ἐποιήσατο, μηδενὸς κρήματος φεισαμένου τοῦ βασιλέως εἴς τὴν τῶν αἰχμαλώτων ἀνάῤῥυσιν. Ἐνυμφεύθη δὲ καὶ Κωνσταντίνῳ τῷ λοιπῷ υἱῷ τοὺ βασιλέως κόρη τις Ἑλένη τοὔνομα, ἐκ γένους τῶν Ἀρμενιακῶν ἐλκουσα τὴν σειρὰν, θυγάτηρ Ἀδριανοῦ πατρικίου. Ἡς μετὰ μικρὸν ἀποθανούσης προσήρμοσεν αὐτῷ ἑτέραν, Θεοφανὼ τοὔνομα, ἐκ γένους καταγομένην τοῦ Μάμαντος λεκάτῃ δὲ καὶ τετάρτῃ ἱνδικτιῶνι, Ἰουνίῳ μηνί, ἐπέλευσις κατὰ τῆς πόλεως ἐγένετο Ῥωσικοῦ στόλου πλοίων χιλιάδων δίκα. Ἐξῆλθεν οὖν κατ´ αὐτῶν ὁ πατρίκιος καὶ πρωτοβεστιάριος Θεοφάνης μετὰ τοῦ στόλου, [Ρ. θΘ] κἀν τῷ Ἰερῷ προσωρμίσατο, ἐκείνων ἐν τῷ Φάρῳ καὶ ἐν τῷ ἐπέκεινα αἰγιαλῷ ναυλοχούντων. Καιροσκοπήσας οὖν ἀθρόον τούτοις ἐπέθετο, καὶ τὴν τε σύνταξιν αὐτῶν διέλυσε καὶ πολλὰ τῶν πλοίων τῷ σκευαστῷ πυρὶ ἀπετέφρωσε, τὰ δὲ τελέως ἐτρέψατο. Οἱ περιλειφθέντες δὲ τῶν Ῥὼς περαιοῦνται εἶς τὴν Ἀνατολὴν καὶ κατὰ τὰ λεγόμενα Σγόρα προσίσχουσι. Βάρδας δὲ πατρίκιος, ὁ τοῦ Φωκᾶ υἱὸς, τοὺς αἰγιαλοῦς παρατρέχων μεθ´ ἱππέων καὶ ἐκκρίτων ἀνδρῶν, συντάγματι τούτων ἱκανῷ πρὸς συλλογὴν ἐκπεμφθέντι τροφῆς συναντήσας ἐτρέψατο καὶ κατέσφαξεν. Ἀλλὰ μὴν καὶ ὁ ὃομέστικος τῶν σχολῶν ὁ Κουρκούας, ὀξὺς ἐπιφανεὶς μετὰ τῶν ταγμάτων, καὶ ἀποσπάδας, τούτους εὐρίσκων τῇδε κἀκεῖσε πλανωμένους, κακῶς διετίθει. Ἄ δὲ οὖτοι ἔνδρασαν κακὰ πρὸ τοῦ καταπολεμηθῆναι, πᾶσαν ὑπερεκπίπτει τραγῳδίαν· τοὺς μὲν γὰρ τῶν ἁλισκομένων ἀνεσταύρουν, τοὺς δὲ τῆ γῇ προσεπαττάλευον, τοὺς δὶ ὧσπερ σκοποὺς ἵστῶντες βέλεσι κατετόξευον, Ὅσοι δὲ τῶν ἀλόντων τερῶσόνης ἡξίωντο, νούτων ἢλοις ὀξέσι διεπερόνουν τὰς κεφαλάς. Οὐκ ὀλίγους δὲ καὶ θείους ναοὺς ἐπυρπόλησαν. Ἀλλὰ ταῦτα μὲν πρότερον· ἐπεὶ δέ,, ὡς ἄνωθεν ἐῤῥέθη, καταναυμαχηθέντες καὶ διὰ γῆς αύχ ἣκιστα κακωθέντες, συσταλέντες ἡρέμουν ἐν τοῖς σφετέροις πλοίοις, καὶ ἤδη αὐτοῖς ἐπιλελοίπει τὰ ἐπιτήδεια, ἐβσυλεύοντο μὲν εἰς τὰ ἵδια ὑπονοστῆσαι, ἐδεδίεσαν δὲ τὸν στύλον παραγειτονοῦντα καὶ τὸν ἀπόπλουν φυλάττοντα. Καιρὸν δ´ ὅμως οἜὴπατρίκιον καὶ πρωτοβεστιάριον Θεοφάνην, ἀλλὰ γνοὺς οὗτος τὴν αύτῶν ἀνακώρησιν ὁπαντιάζει τοότοις εὐθὺς, καὶ γίνεται ναυμαχία δευτέρα, καὶ τρέονται πάλιν οἱ Ῥώς. Καὶ τὰ μὲν τῶν σκαφῶν βυοῷ παρεδόθη, τὰ δὲ σίδηρος καὶ πῦρ ἐμερίσαντο, τὰ δὲ αὕτανδρα ὅπὸ ταῖς τῶν Ῥωμαίων χεόσὶν ἐγένοντο· ὀλίγα δὲ τὴν τοῦ πολέμου διαφυγόντα ἀνάγεν πρὸς τὰ νὔκεῖα ἐχώρησαν. Ἀνθ´ ὥν ὁ βασιλεὺς τὸν πρωτοβιστιάριον ἀποδεξάμενος καὶ παρακοιμώμαενον αὐτὸν κοοιβάλετο.

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
