# Compendium Historiarum 2.33

Georgius Cedrenus, Compendium Historiarum, 2.33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.33
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.33

φθόνου δὲ κινηρέντος κατὰ τοῦ δομλστίκου τῶν σχολῶν Ἰωάννου τοῦ Κουρκούα παρὰ τῶν ἄλλων βασιλέωνἐβολετο γὰρ Ῥωμανὸς ἀ βασιλεύς Εὐφροσύνην τὴν τοῦ δομεστίκου θυγατέρα νύμφην ἀγαγέσθαι τῷ οἰκείῳ ἐκγόνῳ Ῥωμανῷ τῷ υἱῷ τοῦ ἐσχάτου παιδὸς αὐτοῦ Κωνστσντίνου), ἠναγκάσθη τῆς ἀρχῆς αὐτὸν παραλῦσαι, ἐπὶ δυσὶ καὶ εἴκοσι χρόνοις καὶ μησὶν ἐπτὰ ἀδιαδόχως τὴν τοῦ δομεστίκου ἀρχὴν ἰθύνοντα, καὶ πᾶσαν, ὡς εἰπεῖν, τῆν Συρίαν καταδραμόντα καὶ ταπεινώσαντα. Ὅτῷ δὲ βουλητὸν τὰς ἐκείνου μαθεῖν ἀριστείας, δητησάτω τὴν πονηθεῖσαν βίβλον παρά τινος ΜανουὰΑ παωτο σπαθαρίου καὶ κριτοῦν ὀκτὼ γὰρ βίβλοις ἐκεῖνος τὰ τούτου ἀνδραγαθήματα συνεγράψατο), καὶ ἐξ αὐτῆς εἴσεται οἷος ἣν ὁ ἀνὴρ τὰ πολεμικά. [Ρ. βΘΙ] Ηαραπλησίως τούτῳ καὶ Θεόφιλος ὁ τούτου ὁμαίμων, ὁ πάππος Ἰωάννου τοῦ μετὰ ταῦτα βασιλεύσαντος, τὰς ἐν Μεσοποταμίᾳ τῶν Σαρακηνῶν πόλεις διέθετο, στρατηγὸς ἐν αὐτῇ γεγονώς καὶ ταπεινώσας καὶ τελέως ἀφανίσας τοὺς ἐκ τῆς Ἄγαρ. Καὶ Ῥωμανὸς δὲ ὁ πατρίκιος, ὁ τοῦ δομεστίκου Ἰωάννου υἱὸς, στρατηγὸς καταστὰς πολλά τε φρούρια παρεστήσατο καὶ πλείστων λαφύρων αἵτιος ὑπῆρξε τοῖς Ῥωμαίοις. Τοῦ Ἰωάννου δὲ παραλυθέντος τῆς ἀρχῆς, προβάλλεται δομέστικος τῶν σχολῶν ὁ Πανθήριος, ὁ τοῦ βασιλέως Ῥωμανοῦ συγγενής. λασκόμενος δὲ τὸν Θεὸν ὁ βασιλεὺς Ῥωμανὸς διὰ τὴν τῶν ὅρκων παράβασιν, καὶ μετανοῶν ἐφ´ οἷς κακῶς παρεσπόνδησεν, ἐποίει μὲν καὶ ἄλλας εὐποιίας, ἅς καταλέγειν ἔργον, ἀπέτισε δὲ καὶ τὰ χρέα τῆς πόλεως ἀπό τε πλουσίων καὶ πενήτων δεδωκὼς, ὥς φασι, κεντηνάρια δέκα ἐννέα, τὰ δὲ γραμματεῖα κατακαύσας ἐν τῷ κατὰ τὴν Χαλκῆν πορφυρῷ ὁμφαλίῳ. Δέδωκε δὲ καὶ τὰ ἐνοίκια τῆς πόλεως ἀπὸ τοῦ ὕψηλοτάτου καὶ μέχρι τοῦ ἐσνάποο, Ἀ δὲ διετυπώσατο γίνεσθαι ψυχικὰ ἐπετεῖως ἐν τῆ νεουργηθείσῃ παρ´ αὐτοῦ μονῇ τοῦ Μυρελαίου, τσασι πάντες μέχρι τοῦ νῦν τελούμενα. Κατὰ δὲ τὴν πρώτην ἵνδικτιῶνα τῶν Τούρκων πάλιν ἑπιδρομὴν ποιησαμένων κατὰ Ῥωμαίων. ὁ παοακοιμώμενος Θιοφάνης ἐξελθών ἐσπείσατο μετ´ αὐτῶν καὶ λαβὼν ὁμήρους ὑπέστρεψε. Δευτέρα δὲ ἰνδικτιῶνι Πασχάλιον πρωτοσπαθάριον καὶ στρατηγόν Λαγγοβαρδίας ἐξέπεμψεν ὁ βασιλεὺς πρὸς τὸν βῆγα Φραγγίας Οὕγωνα, τὴν αὐτοῦ θυγατέρα

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
