# Compendium Historiarum 2.43

Georgius Cedrenus, Compendium Historiarum, 2.43. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.43
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.43

γῆς δῃοῦντας καὶ κατατρέγοντας ἐκφοβῆσαι καὶ τῆς ἀσχέτου ἀνακόψαι ὁρμῆς, στρατὸν ὅτι πλεῖστον συλλέξας καὶ στόλον εὐτρεπίσας οὐκ ἀγεννῆ ἐκπέμπει κατὰ τῆς νήσου, στρατηγὸν ἐπιστήσας τοῖς πᾶσι Κωνσταντῖνον πατρίκιον τὸν Γογγόλην, θηλυδρίαν ἄνθρωπον καὶ σκιατραφῆ καὶ ἀπειροπόλεμον καὶ ἕτα τῶν ἐν τῷ παλατίῳ θαλαμηπόλων· ὅς εἰς τὴν νῆσον περαιωθεὶς καὶ μηδὲν ἄξιον διαπραξάμενος στραττηγοῦ, μήτο στρατοπεδείαν πηξάμενος ἀσφαλῆ, μήτε σκοποὺς ἐπιστήσας καὶ κατοπτῆρας, [Ρ Ο] καὶ δι´ αὐτῶν τὰς βαρβαρικὰς φυλαξάμενος ἐφόδους, κινδύνῳ μεγίστῳ περιπίπτει. Οἱ γὰρ νησιῶται τὴν ἀπειρίαν καὶ τὴν ἀμέλειαν κατανοηκότες τοῦ στρατηγοῦ, καιρὸν ἐπιζητήσαντες ἐπιτήδειον ἐξαίφνης ἐπιτίθενται τῷ στρατεύματι, καὶ τρέπονται μὲν τοῦτο ῥᾳδίως, ὡς πολλοὺς τῶν Ῥωμαίων αἰχμαλωσίᾳ καὶ σιήρῳ διαμερισθῆναι, κατέσχον δὲ καὶ τὸ στρατόπε. δὲ αὐτὸ, τῶν Ῥωμαίων αἰσχίστως ἀποφυγόντων Μικροῦ δ´ ἂν ἐάλω καὶ ὁ Γογγύλιος, εἰ μὴ συνασπίσαντες οἱ θεράποντες ἐξεῤῥύσαντο αὐτὸν τῆς αἰχμαλωσίας, καὶ εἰς τὴν ναυαρχίδα ἐμβιβάσαντες διεσώσαντο. Ρωμανὸς δὲ ὁ τοῦ βασιλέως Κωνσταντίνου υἱὸς τελεωτέρας ἤδη ἀψάμενος ἡλικίας, καὶ μὴ φέρων ὁρᾷν τὰ πράγματα ὑπὸ τοῦ πατρὸς αὐτοῦ διοικούμενα, φαρμάκῳ τοῦτον ἐκποδὼν ποιήσασθαι ἐβουλεύσατο, εἰδήσει καὶ τῆς αὐτοῦ γαμετῆς τῆς καπηλίδος. Μέλλοντος γὰρ τοῦ Κωνσταντίνου καθαρτήριον πάκα λαβεῖν, λαθόντες οὗτοι δηλητήριον τούτῳ ἐκέρασαν. καὶ Νικήταν τὸν ἐπὶ τῆς τραπέζης παρἐπεισαν ἐγχέαι τοῦτο τῷ βασιλεῖ. Μελκων δὲ ἐκεῖνος αὐτὸ λαβεῖν κείμενον ἕμπροσθεν τῶν σεπτῶν εἰκόνων, εἴτε τύχῃ τινὶ εἶτε καὶ ἐκουσίως ὀλισθήσας τὸ πλέον ἐξεχεε. Τὸ δὲ λοιπὸν ποθὲν ὑπὸ τοῦ Κωνσταντίνου ἀργὸν ἐφάνη καὶ ἀπρακτυν, διὰ τὴν ὀλιγότητα τὴν ικείαν ἀποβαλὸν ἐνέργειαν. Πλὴν καὶ οὕτως ὁ Κωνσταντῖνος μόλις περιγενέσθαι ἴσχυσεν, ἐπισκήψαντος δὴ τοῦ δηλητηρίου ἐν τῇ πλευρᾷ αὐτοῦ καὶ κακῶς διαθεμένου αὐτόν. αʹ. δὲ χρόνῳ τῆς αὐτοῦ βασιλείας, κατὰ τὸ Σεπτέμβοιον μῆνα τῆς γ´ ἰνδικτιῶνος, ἐν ἔτει κοσμικῷ συξη, ἔξεισι Κωνσταντῖνος ὁ βασιλεὺς ἐν τῷ τοῦ Ὡλύμπου ὅρει, τῷ μὲν δοκεῖν ταῖς τῶν ἐκεῖσε Πατέρωτ εὐχαῖς θωρακισθῆναι καὶ μετ´ αὐτῶν κατὰ Σαρακηνῶν ἐκ Συρίᾳ ἐκστρατεῦσαι, ἀληθεῖ δὲ λόγω Ἀνωθῆναι Θεοδώρῳ τῷ τῆς Κυζίκου προιδρεύοντι, ἐκεῖσε τότε τὰς διατριβὰς ποιουμένῳ, καὶ μετ´ αὐ, τοῦ περὶ τῆς καθαιρέσεως τοῦ Πολυεύκτου βουλεύσασθαι. ἐκεῖσε γοῦν γενόμενος, εἰτε σωματικῆ πλημμελείᾳ εἴτε πάλιν ὑπὸ τοῦ παιδὸς φαρμαχθεῖς, λδυνώιμλενος ἀνεχώρηρε, κλινοπετής τε κατὰ τὸ τέλος τοῦ Ὁκτωβρίου τὴν βασιλίδα κατέλαβε, καὶ τῇ θʹ τοῦ Λοεμβρίου μηνὸς τελευτᾷ, ἅπρακτα τὰ βεβουλευμένα λιπών, ὄήσας ἄπαντα τὸν τῆς ζωής αὐτοῦ χρόνον ἔτη νδ´ καὶ μῆνας βʹ, συμβασιλεύσας μὲν τῷ πατρὶ καὶ Ἀλεξάνδρῳ τῷ θείῳ καὶ τῇ αὐτοῦ μητρὶ ἕτη ιγ, αβθις δὲ τῷ Ῥωμανῷ τυραννήσαντι ἔτη κϛʹ, καὶ μετὰ τὴν ἐκείνου τῆς βασιλείας ἔκπτωσιν μονοκρατήσας ἔτη ιεʹ. Θάπτεται δὲ θανὼν σὺν τῷ οἰκείῳ πατρὶ, μέχρι τελευταίας ἀναπνοῆς ἐγκοτῶν τῷ Πολυεόκτῳ καὶ τὴν αὐτοῦ καθαίρεσιν φανταζόμενος

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
