# Compendium Historiarum 2.47

Georgius Cedrenus, Compendium Historiarum, 2.47. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.47
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.47

Καὶ εἷς μὲν λόγος φέρεται οὕτως, ἔτερος δέ, ὁ και δοκῶν ἀληθέστερος, ὡς πολὺν ὥδινε χρόνον τῆν τῆς βασιλείας ἐπιθυμίαν, καὶ οὐ τοσοῦτον αὐτὸν ὁ ταύτης ἔρως ἐξέφλεγεν ὅσον ὁ τῆς βασιλίδος Θεοφανοῦς, ἐντυχόντα τε αὐτῇ ὅτε τῇ βασιλευούσῃ διῆγε, καὶ πολλάκις πρὸς αὐτὴν ἐκπέμψαντα τὸν οἰκειότατον ὁπηρέτην αὐτοῦ Μιχαήλ. Τοῦτο γὰρ καταφωράσας ὁ Βρίγγας ὑπόπτως διέκειτο πρὸς αὐτόν. Τῆς τοίνυν ἀναῥῥήσεως αὐτοῦ φημισθείσης ἐν Κωνσταντινουπόλει, καὶ τῶν πραγμάτων ἐν ταραχῆ καθεστώτων, ὁ τὴν φροντίδα τῶν ὅλων ἀνεῖωσμένος Ἰωσὴφ ἠγωνία καὶ διηπορεῖτο αφοδρῶς ὅ τι καὶ δράσειεν, ὅτι μηδὲ τοῖς πολίταις εὔνους ἦν διὰ τὸ δυσέντευκτον. Κατελθόντος δὲ ἐν Χρυσουπόλει μετὰ παντὸς τοῦ στρατοῦ Νικηφόρου τοῦ Φωκᾶ μετ´ εὐφημιῶν, ἐβουλεύσατο ὁ Βρίγγας βασιλέα τινὰ προβαλέσθαι. διὰ τούτου οἰόμενος τὸν τόνον ἐκλῦσαι τῆς ὁρμῆς τοῦ στρατοῦ. Τέως δὲ τῆς ἀναῥῥήσεως, ὡς εἴπομεν, τοῦ Φωκά γενομένης, Βάρδας μὲν ὁ τούτου πατὴρτυχε γὰρ ἐνδημῶν τῆ βασιλίδιὶ ἱκέτης εἰσέρχεται πρὸς τῆν μεγάλην ἐκκλησίαν· Λέον δὲ ὁ ἐκείνου ἀδελφὸς, καίπερ φυλαττόμενος ἀκριβῶς, λαθών ἀπέδρα καὶ τῷ οἰκείῳ ἡνώθη ὁμαίμονι Οὖ γενομένου παρείθη τὴν ψυχήν καὶ ἐν πάσῃ ἀμηχνίᾳ καὶ φόβῳ κατέστη ὁ Βρίγγας. Ἡν γὰρ καὶ ἀνεπιτήδειος ἐν καιροῖς δυσκόλοις ὅχλον κολακεῦσαι καὶ καταδημαγωγῆσαι πλῆθος· δέον γὰρ προσηνέαι λόγοις καὶ θωπευτικοῖς τὴν τοῦ πλήθους καταμαλάξαι ῥρμῆν [ ὁ δὲ μᾶλλον ἐξετράχυνε καὶ ἡγρίωσε Πάντων γὰρ ἐν τῇ Μεγᾶλῃ συντρεχόντων ἐκκλησίᾳ, αὐτὸς τὸ πλῆθος ἐκδειματῶν λόγους ἐπαφῆκεν ὑπερηφάνους τε καὶ τραχεῖς· «Ἐγὼ, φήσας, καταπαύαω. ὑμῶν τὴν ἰταμότητα καὶ ἀναισχυντίαν· ποιήσω γὰρ τὸν τοῦ νομίσματος ὡνουμένους σῖτον ἀποφέρεσθαι ἐν τῷ κόλπῳ.ἡ οὔπω παρῆλθεν ὁλόκληρος ἡμέρᾳ ἀφ´ οὖ τοῦτο εἷρηκευριακὴ γὰρ ἦν, ἐννάτην ἀγοντος τοῦ Αὐγούστου μηνὸς], καὶ τῇ ἑσπέρᾳ τῆς αὐτῆς ἡμέρας Βασίλειος ὁ Κωνσταντίνου τοῦ βασι. λέως παρακοιμώμενος, δυσμενὴς καὶ ἔχθιστος ὥν τῷ Ἱωσήφ, τοῖς ἑαυτοῦ φίλοις κἀὶ συγγενέσι τοὺς οἰκείους συμμξας θεράποντας κατὰ πολλὰ μέρη τῆς πόλεως πέπομφεν εἰς τοὺς οἴκους τῶν ἀντιπραττόντων αὑτῷ. Καὶ ἀπὸ τρώτης ὡρας τῆς δευτέρας ἡμέρας μέχρις ἕκτης κατέστρεψαν καὶ ἐξηδάφισαν οἰκίας πλείστας τῶν πολιτῶν, ὥν ἐπισημοτέρδ ἦν ἡ τοῦ Ἰωσήρ· οὐ γὰρ μόνον τῶν ἀντιβαίνειν δοκούντων ἐμφανῶν καὶ πολιτικῶν ἀνδρῶν, ἀλλὰ καὶ πολλῶν ἄλλων εὐτελιστέρων, ὧν οὐκ ἀριήμητὸν ἧν τὸ πλῆθος, κατεστράφησαν οἰκίαι· ᾧ γάρ ποτε διαφορὰ μετά τινος ἧν, πλῆθος ἀτάκτων μεθ´ ἑαυτοῦ ἐπαγόμενος μηδενὸς κωλύοντος τοῦτον ἡφάνιζε. Πολλοὶ δ´ ἐν τῇ τοιαύτῃ ἀταξίᾳ καὶ ἄνθρωποι ἐφονεύθησαν. ταὐτὸ δὲ ποιοῦντες ἐν ταῖς πλατείαις τῆς πάλεωλεωφόροις ἔν τε ταῖς ἀγοραῖς ἔν τε τοῖς στενωποῖς δικηφόρον ὀνευφήμουν Καλλίνικον Τοῦτο τὸ ἔργον

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
