# Compendium Historiarum 2.48

Georgius Cedrenus, Compendium Historiarum, 2.48. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.48
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.48

ἐξάγει μὲν τῆς Κεγάλης ἐκκλησίας Βάρδάν τὸν πατέρα τοῦ Φωκᾶ, φυγάδα οἰκτρὸν καὶ ὅσον οὐδίπω τὸν κίνδυνον ἐκδεχόμενον, τὸν δὲ Ἰωσὴφ τὸν παρακοιμώμενον· τὸν πρὸ τούτου μεγάλα φυσῶντα καὶ ἐπαιρόμενον, εἰς αὐτὴν ἀντεισάγει ἱκέτην ἐλεεινὸν καὶ ἀμφίβολον ἔχοντα τὴν ἑαυτοῦ σωτηρίαν. Οἱ δὲ περὶ τὸν παρακοιμώμενον Βασίλειον τριήρεις κατασκευάσαντες καὶ τὸν βασιλικὸν εἰληφότες δρόμωνα μετὰ παντὸς τοῦ στόλου περαιοῦνται ἐν Χρυσουπόλει, καὶ τὸν Νικηφόρον ἐκεῖθεν ἀνάλαβόμενοι ἄγουσιν εῖς τὸ Ἔβδομον, αὐτόθεν τε αὐτοί τε καὶ πᾶς ὁ δῆμος τῆς καὶ συμβαλὼν δημοσίας γενομένης προόδου διὰ τῆς Χρυσῆς πόρτης εἰσάγουσιν εἰς τὴν βασιλίδα. Γενόμενοι δὲ ἐν τῇ Μεγάλῃ ἐκκλησίᾳ Πολύευκτον παρεσκεύασαν τὸν πατριάρχην, καὶ τῷ βασιλικῷ αὐτὸν ταινιῶσοι διαδήματι Στεφει οὖν τοῦτον ὁ Πολύευκτος ἐν τῷ ἀμβωνι τῆς τοῦ Θεοῦ Μεγάλης ἐκκλησίας ἡμέρα δὲ ἧν Κυριακὴ ις´ τοῦ Αὐγούστου μηνὸς ἄγοντος, τῆς ϛ´ ἰνδικτιῶνος. Ἀποστείλας δὲ τὸν μοναχὸν καὶ σύγκελλον Ἀντώνιον τὸν Στουδίτην τὴν Θεοφανὼ τῶν βασιλείων καταβιβάζει καὶ εἰς τὸ παλάτιον τοῦ Πετρίου ἐκπέμπει. Μετ´ ὁλίγον δὲ ἐξόριστον τίθησιν καὶ τὸν παρακοιμώμενον Ἰωσὴφ ἐν Παφλαγονίᾳ, Ρ. θέθ] καὶ αὖθις μετ´ οὐ πολὺν χρόνον μεταβιβάζει ἔν τινι μοναστηρίῳ λεγομένῳ τοῦ Ἀσηκρῆτις, ἐν τοῖς Πυθίοις· ὅς ἐπὶ δύο ὅλους ἐκεῖσε ἐνδιατρίψας ἐνιαυτοὺς ἀπεβίω. Χειροτονεῖ δὲ καὶ Βάρδαν τὸν ἐαυτοῦ πατέρα Καίσαρα. Τῇ δὲ κ´ τοῦ Σεπτεμβρίου μηνὸς, τὸ προσωπεῖον καὶ τῆν σκηνὴν ἀποθέμενος, ἄγεται νόμιμον γαμετὴν τὴν Θεοφανώ. Τότε δὲ καὶ κρεῶν ἀπεγεύσατο, πρότερον ἀπεχόμενος κρεωδαισίας ἐξ ὅτου Βάρδας ὁ ἐκ τῆς προτέρας αὐτοῦ γυναικὸς ἀποτεχθεὶς αὐτῷ υἱὸς, ἱππαζόμενος ἐν τῷ πεδίῳ καὶ τῷ οἰκείῳ προσπαίζων ἀνεψίῷ τῷ Πλεύσῃ, μετὰ δόρατος βληθεὶς ἀκουσίως τέθνηκε. Τοῦτο δὲ εἴτε ἐγορατευόμενος ἐποίει εἴτε καὶ λαθεῖν τοὺς κρατοῦντας ὃποκρινόμένος, μόνος ἂν εἰδείη μετὰ Θεὸν ἐεῖνος. Τοῦ γάμου δὲ τελεσθέντος ἐν τῇ κατὰ τὸ παλάτιον νέᾳ ἐκκλησίᾳ, ἐπείπερ ἢμελλεν εἴσοδος ἐν τῷ θυσιαστηρίῳ γενέσθαι, τῆς χειρὸς κατέχων κὸτὸν ὁ Πολύευκτος καὶ ταῖς ἱεραῖς ἐγγίσας κιγκλίσιν, εἰσεισι μὲν αὐτὸς εἰς τὰ ἄδυτα ἐκεῖνον δ´ ἐξώθησεν ὅπισθεν, ἐπειπὼν μὴ πρότερον συγχωρηθήσεσθαι αὐτὸν εἰς τὸ θυσιαστήριον εἰσελθεῖν, πρὶν ἂν δέξηται ἐπιτίμια δευτερογαμούντων· Ἐλόπησε δὲ ἐν τούτῳ τὸν Νικηφόρον, καὶ οὐ διέλιπεν ἐγκοτῶν αὐτῷ μέχρι τῆς τελευτῆς,. Διεδέδοτο δὲ καὶ λόγος ἁπανταχοῦ, ὅς οὐ μικρῶς διετάραξε τὴν Ἑοιλησίαν, ὅτιπερ ὁ Νικηφόρος ἀπὸ τοῦ ἁγίου βαπτίσματος ἀνάδοχος ἐγένοτο τῶν τῆς Θεοφανοῦς ἐνὸς πκίδων. Ταύτης δὶ τῆς φήμης ὡς εὐλόγοτ ἀφυρμῆς δραξάμενος ὁ Πολύευκτος ἢ χωρισθῆναι αὐτὸν ἀπεμάχετο τῆς γυναικὸς κατὰ τὸν κανόνα ἢ τῆς ἐκκλησίας ἀναχωρεῖν. Ὃ δὴ καὶ πεποίηκε, τῆς Θεοφανοῦς ἐξεχόμενος. Συγκαλεσάμενος δὲ τοὺς ἐνδημοῦντας ἐπισκόπους ἐν τῇ πόλει καὶ τοὺς τῆς συγκλήτου λογάδας, σκέψιν περὶ τούτου προίθετο. Πάντες δὲ οὕτοι τοῦ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
