# Compendium Historiarum 2.49

Georgius Cedrenus, Compendium Historiarum, 2.49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.49
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.49

Κοπρωνύμου εἶναι τὸν νόμον ἔλεγον, καὶ δέον αὐτὸν μὴ φυλάττεσθαι ὅκριναν. Τοῦτ´ ἄρα καὶ λίβελλον ἀφέσεως ὑπογράψαντες τούτῳ ἐπιδεδώκασιν. Ἔτι δι´ ἀναβαλλόμενον τὸν Πολύευκτον κοινωνῆσαι τῷ βασιλεῖ ὁ Καῖσαρ ἐπληροφόρησεν ὡς οὐκ ἀνάδοχος γέγονεν. Ἀλλὰ καὶ Στυλιανὸς ὁ πρωτοπαπᾶς τοῦ μεγάλου παλατίου, ἐξ οὖ πρώτου ἐλέγετο ἡ τοιαύτη φήμη διαδραμεῖν, ἐνώπιον ἐλθὼν τῆς συνθδου καὶ τῆς συγκλήτου ἐξωμόσατο μήτ´ ἰδεῖν μήτε πρός τινας ἀνειπεῖν ὡς ἄρα Βάρδας ἢ Νικηφόρως ἀνάδοχος γένοιτο. Ὁ δὲ Πολύευκτος καίπερ φανερῶς ἐπιορκοῦντα εἶδὼς τὸν Στυλιανὸν, τὸ τῆς συντεκνίας συγκεχώρηκεν ἔγκλημα, καὶ ὁ πάλαι ἐνιστάμενος δευτερογαμίας ἀπιτίμιον ἐπιθεῖναι καὶ τὸ μέγα τοῦτο παρῆκεν ἁμάρτημα Νικηφόρος δὲ τῷ πρώτῳ τῆς αὐτοῦ βασιλείας ἔτει ἐκπέμπει κατὰ τῶν ἐν Σικελίᾳ Σαρακηνῶν τὸν πατρίκιον Μανουήλ καὶ νόθον υἱὸν πατραδέλφου αὐτοῦ Λέοντος, [ Δ] τοῦ χρηματίσαντος δομεστίκου τῶν σχολῶν καὶ ἐπὶ Ῥωμανοῦ τοῦ γέροντος τυφλωθέντος, στρατὸν αὐτῷ δοὺς καὶ στόλον ἀξιόμαχον· ἀδοξίαν γὰρ ἐδόκει προστρίβεσθαι ἑαυτῷ, εἰ τούτου κρατοῦν τος ἡ Ῥωμαίων βασιλεία δασμοφορεῖ τοῖς Σαρακηνοῖς. Ἀλλ´ ἀναγκαῖον εἴπεῖν ἐπιδραμόντας τίς ἡ πρὸς τοὺς Σαρακηνοὺς δασμοφορία, καὶ ὅθεν εἴληφε τὴν ἀρχήν. Τῆς πόλεως γὰρ τῶν Συρακουσῶν ὑπὸ τῶν ἐν Ἀφρικῇ Σαρακηνῶν ἀλούσης ἐπὶ τῶν χρόνων βασιλείου τοῦ Μακεδόνος, καὶ τὴν ὅλην συνέβη νῆσον ὑπ´ αὐτῶν κατασχεθῆναι καὶ τὰς αὐτῆς πόλεις κατασκαφῆναι, τῆς Πανόρμου μόνης περιποιηθείσης, ἐξ ἡς ὡς ἔκ τινος ὁρμητηρίου ὁρμώμενοι οἱ Ἀγαρηνοὶ τὴν ἀντιπέραθεν γῆν ἐπεκτήσαντο. Ἐκεῖθεν δὲ διαπορθμευόμενοι τὰς νήσους ἐδψουν ἀχρι Πελοποννήσου, καὶ ὅσον οὔπω προσδόκιμοι παραστήσεσθαι ἦσαν Ἀμηχανῶν δὲ ὁ βασιλεὺς Βασίλειος, καὶ ἄξιον ὁπηρέτην ἀναζητῶν τῆς τοιαύτης ὁπηρεσίας, τὸν πατρίκιον ἔκρινε Νικηφόρον καὶ δομέστικον τῶν σχολῶν, ἐπωνυμίαν φέροντα τοῦ Φωκᾶ, ἀπό τινος τῶν ποονόνων αὐτοῦ ἀριστεύσαντος. Πάππος ὁ Νικηφόρος ἧν τοῦ βασιλέως Νικηφόρου, ἀνὴρ γενναῖός τε καὶ συνετὸς, τὰ πρὸς Θεόν τε εὐσεβὴς καὶ τὰ προς ἀνθρώπους δίκαιος. Οὖτος μετά τινος στρατοῦ εἰς Ἱταλίαν περαιωθεὶς ἐντὸς ὀλίγου τοὺς Σαρακηνοὺς τῆς Ἰταλίας ἀπήλασε καὶ ἐν Σικελίᾳ ἡ συχάζειν ἠνάγκασε. Τούτου τοῦ ἀνδρὸς καὶ ναὸν λέγεται δομήσασθαι τοὺς ιταλοὺς εἰς μνήμην ἀληστον τῆς αὐτοῦ ἀρετῆς, ολ διὰ τὴν ἐλευθερίαν μόνην, ἀλλὰ καὶ δι´ ἕτερον ἔργον ἀξιαφήγητον· Οἱ γὰρ Ῥωμαῖοι ἐν τῷ μέλλειν ο καδε ὑποστρέφειν μετὰ τοῦ σοῶν στρατηγοῦ πολλοὺς τῶν Ἰταλῶν κατασχόντες ἔσπευδον δούλους εἶς τὴν περαίαν διαβιβάσαι· οὖ γνωσθέντος, μηδὲν ὅλως εἰπών ὁ Νκηφόρος μηδ´ ὑπόνοιάν τινα δεδωκὼς πρὸ τοῦ ἐν βρεντεσίῳ γενέσθαικεῖθεν χὰρ ἔμελλον πρὸς τὴν Ἰλλυρίδα διαπερᾶν]· ὡς ἐκεῖσε ἐχένοντο, αὐτὸς δι´ ἑαυτοῦ ἕκαστον τῶν στρατιωτῶν ἐμβιβάζων τοῖς πλοίοις περᾷν παρεσκεύαξε, καὶ οθτω τοὺς ἐγχωρίους εἴασε τὴν ἑαυτῶν χώραν ἀδεῶς κατοικεῖν. Διετέλεσεν οὖν εἰρηνεύουσα ἡ Ἰταλία

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
